Πάντα ματαιότης τὰ ἀνθρώπινα,

Ποία τοῦ βίου τρυφὴ διαμένει λύπης ἀμέτοχος; Ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; Πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα· μία ῥοπὴ καὶ ταῦτα πάντα θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτί, Χριστέ, τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, ὅν (ἥν) ἐξελέξω ἀνάπαυσον ὡς φιλάνθρωπος.

Ὡς ἄνθος μαραίνεται, καὶ ὡς ὄναρ παρέρχεται, καὶ διαλύεται πᾶς ἄνθρωπος, πάλιν δὲ ἠχούσης τῆς σάλπιγγος, νεκροί, ὡς ἐν συσσεισμῷ, πάντες ἀναστήσονται πρός τὴν σὴν ὑπάντησιν, Χριστὲ ὁ Θεός· τότε, Δέσποτα, ὅν (ἥν) μετέστησας ἐξ ἡμῶν, ἐν ταῖς τῶν Ἁγίων σου κατάταξον σκηναῖς, τὸ πνεῦμα τοῦ σοῦ δούλου (τῆς σῆς δούλης) Χριστέ.
Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον, οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα·ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διό, Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ βοήσωμεν· Τὸν μεταστάντα (τὴν μεταστᾶσαν) ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.
Ἐμνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγώ εἰμι γῆ καὶ σποδός, καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα καὶ εἶπον: Ἄρα τὶς ἐστι, βασιλεύς ἢ στρατιώτης, ἢ πλούσιος ἢ πένης, ἢ δίκαιος ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον, Κύριε, μετὰ δικαίων τὸν δοῦλόν (τὴν δούλην) σου ὡς φιλάνθρωπος.

Δεν υπάρχουν σχόλια: