ΑΠΟΚΡΙΣΙΣ. Τά σημεῖα, καὶ αἱ
θαυματουργίαι, καί αἱ προρρήσεις, πολλάκις καὶ δι᾿ ἀναξίων κατά τινα χρείαν ἤ οἰκονομίαν
γίνονται, ὥσπερ ἐπὶ τοῦ Βαλαὰμ καὶ τῆς ἐγγαστριμύθου. Καὶ πάλιν, οἱ Ἀπόστολοι,
εὑρόντες τινὰ ἄπιστον, «ἐν τῶ ὀνόματι Χριστοῦ ἐκβάλλοντα δαιμόνια», καὶ κωλύσαντες
αὐτόν, εἶπον τῶ Χριστῶ· καὶ εἶπε. «Μὴ κωλύετε αὐτόν· ὁ μὴ ὤν γὰρ καθ᾿ ὑμῶν»,
φησίν, «ὑπὲρ ὑμῶν ἐστιν». Οὐκοῦν ὁπόταν ἴδης καὶ δι᾿ αἱρετικῶν, καὶ διὰ ἀπἰστων
σημεῖόν τι κατὰ κρῖμα Θεοῦ γινόμενον, μὴ θαμβηθῆς μηδὲ σαλευθῆς τῆς ὀρθοδόξου
πίστεως. Πολλάκις γὰρ καὶ ἡ πίστις τοῦ προσερχομένου ἐστίν, ἡ τὸ σημεῖον
ποιήσασα, καὶ οὐχ ἡ ἀξία τοῦ ποιήσαντος. Καὶ γὰρ Ἰωάννης, ὁ μείζων πάντων ἐν
γεννητοῖς γυναικῶν, οὐ φαίνεταί τι σημεῖον πεποιηκώς· ὁ δὲ Ἰούδας πάντως
πεποίηκε· καὶ γὰρ καὶ αὐτὸς μετὰ τῶν ἄλλων ἦν τῶν πεμφθέντων νεκρούς ἐγεῖραι καὶ
λεπρούς καθᾶραι.
Διὸ μὴ μέγα τι νομίσης, ἐὰν τινα ἀνάξιον, ἤ κακόπιστον, σημεῖον ποιοῦντα θεωρήσῃς. Οὐ δεῖ δὲ οὔτε ὀρθόδοξον ἄνδρα ἀπὸ σημείων καὶ προφητειῶν δοκιμάζειν, ὅτι ἁγιός ἐστι, ἀλλὰ ἀπὸ τῆς πολιτείας αὐτοῦ. Πολλοὶ γὰρ πολλάκις οὐ μόνον ὀρθόδοξοι ἁμαρτωλοί, ἀλλὰ καὶ αἱρετικοὶ καί ἄπιστοι σημεῖα ἐπετέλεσαν, καὶ προεφήτευσαν κατά τινας οἰκονομίας, ὡς εἴρηται, συγχωρηθέντες ὑπὸ τοῦ Κυρίου, ὡς ἐπὶ τοῦ Βαλαάμ, καὶ Σαούλ, καί Ναβουχοδονόσορ, καὶ Καϊάφα ἔστιν εὑρεῖν τὸ Πνεῦμα τὸ ἅγιον ἐνεργῆσαν εἰς αὐτοὺς, ἀναξίους καὶ βεβήλους ὄντας δι᾿ αἰτίας εὐλόγους.

...Ἔγνωμεν
γὰρ καὶ ἐπίσκοπον αἱρετικὸν ἐν Κυζίκω τῆ πόλει τῶν λεγομένων Μακεδονιανῶν, τῶν
Πνευματομάχων, ὅτι ἐλαίαν τὸ δένδρον ἐκ τοῦ τόπου, ἐν ὦ ἴστατο, εἰς ἕτερον τόπον
σχήματι εὐχῆς μετήνεγκεν, ὡς σκοτίζουσαν τὴν θυρίδα τοῦ ματαίου εὐκτηρίου αὐτῶν.
Καὶ ἐπὶ δανειστοῦ δέ τινος ἀδίκου, χήραν γυναῖκα διασείοντος ἕνεκα χρέους αὐτῆς
ἀνδρικοῦ, καὶ ἀπαιτοῦντος, οὐχ ὅσον ἦν τὸ δάνειον, ἀλλὰ πλεῖον, ἐγνωκὼς τοῦτο ὁ
προλεχθεὶς αἱρετικὸς ἐπίσκοπος, μήπω ταφέντος τοῦ ἀνδρὸς αὐτῆς, ἀλλ᾿ ἔτι
προκομιζομένου, κατέσχε τὴν κλίνην, ἐν ἧ κατέκειτο, παρεσκεύασε δῆθεν τόν
νεκρόν λαλῆσαι, καὶ εἰπεῖν, πόσον ἦν τὸ ὀφειλόμενον χρέος τῶ ἐπιδανειστῆ αὐτοῦ.
Τούτου δὲ τοῦ αἱρετικοῦ θανόντος καὶ ἐν τῶ μνήματι αὐτοῦ
διάφοροι φαντασίαι καὶ σημεῖα ἐπετελέσθησαν. Διὰ τοῦτο τοίνυν οὐ δεῖ πᾶν
σημειοφόρον ὡς ἅγιον παραδέχεσθαι, ἀλλὰ δοκιμάζειν, κατὰ τὸν λέγοντα. «Μὴ παντὶ
πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι
πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τόν κόσμον». Καὶ ὁ Ἀπόστολος, «Οἱ γὰρ
τοιοῦτοι», φησί, «ψευδοαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους
Χριστοῦ». Καὶ οὐ θαυμαστόν· «Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον
φωτός». Οὐ μέγα οὖν, εἰ καί οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι
δικαιοσύνης, ὦν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. Καὶ γὰρ ὁ Ἀντίχριστος ἐρχόμενος,
κατὰ συγχώρησιν Θεοῦ, ποιήσει, ὑπουργούντων αὐτῷ δαιμόνων, πάμπολλα σημεῖα καὶ
τέρατα ψεύδους, πρὸς ἀπώλειαν μὲν τῶν ἀπίστων, εἰς δοκίμιον δὲ τῶν πιστῶν"
(P. G. 89, 517-524).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου