Κυρία
μου, καὶ πρὸς τὸν Θεόν μου ἀκοίμητος προστασία καὶ ἀκαταίσχυντος. Ἴδε τὴν
πίστιν μου, καὶ τὸν πόθον τὸν ἔνθεόν μου, καὶ ὡς ἔχουσα τὸ συμπαθὲς καὶ τὸ
δύνασθαι, οἷα δὴ Θεοῦ Μήτηρ, τοῦ μόνου ἀγαθοῦ καὶ ἐλεήμονος, δέξαι τὴν
παναθλίαν μου ψυχὴν καὶ ἀξίωσον αὐτήν, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως,
τῆς δεξιᾶς μερίδος τοῦ μονογενοῦς σου Υἱοῦ καὶ τῆς καταπαύσεως τῶν ἐκλεκτῶν καὶ
ἁγίων αὐτοῦ, ὅτι οὐκ ἔχω πλήν σου βοηθόν, οὐδὲ ἀντίληψιν. Εἰς σὲ ἐλπίζων, μὴ
ἀστοχήσω. Εἰς σὲ καυχῶμαι· μὴ διὰ τὰς πολλάς μου ἁμαρτίας καὶ ἀνομίας
ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ τοῦ ἀναξίου δούλου σου· ἔχεις γὰρ τὸ θέλειν
καὶ δύνασθαι, ὡς τὸν ἕνα τῆς Τριάδος ἀρρήτως γεννήσασα.
Ἀγίου
Ἐφραίμ τοῦ Σύρου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου