Η ἐκφράζουσα τὴν αὐτοσυνειδησίαν τῆς Μιᾶς, Ἁγίας, Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας διακήρυξις τῆς Ζ΄ Αγίας Οἰκουμενικῆς Συνόδου:

«Ἡμεῖς δὲ κατὰ πάντα τῶν αὐτῶν Θεοφόρων Πατέρων ἡμῶν τὰ δόγματα καὶ πράγματα κρατοῦντες, κηρύσσομεν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, μηδὲν προστιθέντες, μηδὲν ἀφαιροῦντες τῶν ἐξ αὐτῶν παραδοθέντων ἡμῖν.  Ἀλλὰ τούτοις βεβαιούμεθα, τούτοις στηριζόμεθα. Οὕτως ὁμολογοῦμεν, οὕτως διδάσκομεν, καθὼς αἱ ἅγιαι καὶ Οἰκουμενικαὶ ἕξ Σύνοδοι ὥρισαν καὶ ἐβεβαίωσαν... Οἱ Προφῆται ὡς εἶδον, οἱ Ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ Διδάσκαλοι  ὡς ἐδογμάτισαν, ἡ Οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ Χάρις ὡς ἔλαμψεν, ἡ Ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ Σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν. Οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν...Αὕτη ἡ πίστις τῶν Ἀποστόλων, αὕτη ἡ πίστις τῶν Πατέρων, αὕτη ἡ πίστις τῶν Ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν Οἰκουμένην ἐστήριξεν»

ansi 13, 129). 

Δεν υπάρχουν σχόλια: