Σὲ τῆς
ἡμῶν σωτηρίας ἐπίκουρον κεκτήμεθα, σὲ τῆς ἡμῶν βοηθείας ὑπέρμαχον ἔχομεν, σὲ τῆς
ἡμῶν ἀπολογίας προβαλλόμεθα στόμα, σὲ τῆς ἡμῶν ἐλπίδος περιφέρομεν καύχημα, σὲ Χριστιανῶν
ἡ πληθὺς ὀχυρώτατον τεῖχος κέκτηται. Σὺ τὰ τοῦ παραδείσου κλεῖθρα διήνοιξας, σὺ
τὸ βαίνειν πρὸς οὐρανοὺς παρεσκεύασας, σὺ τῷ Υἱῷ σου καὶ Θεῷ ἡμᾶς προσῳκείωσας.
Διὰ Σοῦ πᾶσα δόξα, τιμὴ καὶ ἁγιωσύνη, ἀπ’ αὐτοῦ τοῦ πρώτου Ἀδὰμ καὶ ἕως τῆς συντελείας
τοῦ αἰῶνος, Ἀποστόλοις, Προφήταις, Μάρτυσι, δικαίοις καὶ ταπεινοῖς τῇ καρδίᾳ, μόνη
Πανάχραντε, καὶ ἐγένετο καὶ γίνεται καὶ γενήσεται· καὶ ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη,
πᾶσα ἡ κτίσις· κἀγὼ ἐπὶ Σοὶ θαρρῶ, διὰ Σοῦ τῆς κυρίως τεκούσης κατὰ σάρκα Θεὸν ἀληθινόν,
Ω πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ
ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀγίου Ἐφραίμ τοῦ Σύρου·
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου