O Συναξαριστής της ημέρας.

Τετάρτη, 7 Σεπτεμβρίου 2016

Προεόρτια γεννήσεως Θεοτόκου, Σώζωντος μάρτυρος, Ευψυχίου μάρτυρος, Λουκά οσίου, Ονησιφόρου αποστόλου, Αθανασίου νεομάρτυρος (1774).

Παραμονὴ τῆς μεγάλης Ἑορτῆς.


Ἀπολυτίκιον. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ ὀσφύος τοῦ Δαβίδ, ἡ Θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν· διὸ καὶ χαίρει ἡ σύμπασα καὶ καινουργεῖται· συγχαίρει τε ὁμού, ὁ οὐρανὸς καὶ ἡ γῆ. Αἰνέσατε αὐτὴν, αἱ πατριαὶ τῶν ἐθνῶν· Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.


Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἡ Παρθένος σήμερον, καὶ Θεοτόκος Μαρία, ἡ παστὰς ἡ ἄλυτος, τοῦ οὐρανίου Νυμφίου, τίκτεται, ἀπὸ τῆς στείρας θεοβουλήτως, ὄχημα, τοῦ Θεοῦ Λόγου εὐτρεπισθῆναι· εἰς τοῦτο γὰρ καὶ προωρίσθη, ἡ θεία πύλη, καὶ Μήτηρ τῆς ὄντως ζωῆς.



Μεγαλυνάριον.
Ἐκ λαγόνων ἤδη στειρωτικῶν, τὴν καρποφορίαν, γεωργοῦσα τῶν ἀγαθῶν, ἡ Ἁγνὴ Παρθένος, προέρχεται τῷ κόσμῳ· λαοὶ μετ’ εὐφροσύνης, προεορτάσατε.

Δεν υπάρχουν σχόλια: