Νύμφην τοῦ Ὑψίστου, καὶ Μητέρα σαφῶς, Ἰησοῦ
τοῦ Θείου Λόγου γινώσκομεν, κἄν ἐν τάφῳ σὲ ὁρῶμεν ὡς φθαρτήν.
Ξένον τόκον εἶδον, ἀληθῶς οἱ πιστοί, καὶ τὸν νοῦν εἰς οὐρανὸν νῦν μετέθεσαν, ξενωθέντες τῆς ζωῆς τῆς κοσμικῆς.
Ψάλλοντες τὸν τόκον, σοῦ τὸν θεῖον Ἁγνή, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ γεραίρομεν, Σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.
Ὤ θαυμάτων ξένων, ὢ πραγμάτων καινῶν, ἡ πνοή μου τὸν δοτῆρα κυήσασα, ἄπνους κεῖται καὶ κηδεύεται νεκρά.
Ἤρω Μαριάμ, κατὰ φύσεως βροτείας νίκην, τὸν Χριστὸν ἀσπόρως κυήσασα, ἀλλὰ θνῄσκεις νόμῳ φύσεως βροτῶν.
Θαῦμα ἀληθῶς, πῶς ἡ ἄναδρος θηλάζει βρέφος, πῶς καὶ νεκροφόρος καθίστασαι, ἡ Μητρόθεος ἐκτὸς διαφθορᾶς.
Λόγος τοῦ Πατρός, ἐπεσκήνωσεν ἐν σοὶ Παρθένε, καὶ πρὸς οὐρανὸν σὺ μετήγαγες, τοὺς τὴν κύησιν δοξάζοντας τὴν σήν.
Μέτοχοι ζωῆς, τῆς ἀφθάρτου τε καὶ ἀϊδίου, τῷ σῷ τόκῳ πάντες γεγόναμεν, δι’ ὃ ᾄδομεν τὸ χαῖρε σοι σεμνή.
Ζωοδότην τεκοῦσα, ἁμαρτίας Παρθένε, τὸν Ἀδάμ ἐλυτρώσω, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ρεύσαντα ζωῆς ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος.

Πηγή : http://agiooros.org/viewtopic.php?f=53&t=12608
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου