ΟΙ ΚΑΤΑΒΑΣΙΕΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ
ᾨδὴ α'
|
Χριστὸς
γεννᾶται· δοξάσατε.
Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται. |
ᾨδὴ γ'
|
Τῷ
πρὸ τῶν αἰώνων ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ,
καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἷ Κύριε. |
ᾨδὴ δ'
|
῾Ράβδος
ἐκ τῆς ρίζης Ἰεσσαί,
καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε. |
ᾨδὴ ε'
|
Θεὸς
ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν,
τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε. |
ᾨδὴ ς'
|
Σπλάγχνων
Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ, οἷον ἐδέξατο·
τῇ Παρθένῳ δὲ ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκούσαν κατέσχεν ἀπήμαντον. |
ᾨδὴ ζ'
|
Οἱ
παῖδες εὐσεβείᾳ συντραφέντες
δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἐστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. |
ᾨδὴ η'
|
Θαύματος
ὑπερφυοῦς ἡ δροσοβόλος ἐξεικόνισε κάμινος τύπον·
οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου, ἣν ὑπέδη, νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. |
ᾨδὴ θ'
|
Μυστήριον
ξένον ὁρῶ καὶ παράδοξον!
οὐρανὸν τὸ σπήλαιον· θρόνον Χερουβικὸν τὴν Παρθένον· τὴν φάτνην χωρίον ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεὸς· ὃν ἀνυμνοῦντες μεγαλύνομεν. |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου