O Συναξαριστής της ημέρας.

Παρασκευή, 7 Μαρτίου 2014

Α Χαιρετισμοί.
Των εν Χερσώνι επισκοπησάντων ιερομαρτύρων Βασιλέως, Εφραίμ, Ευγενίου, Καπίτωνος, Αιθερίου, Αγαθοδώρου και Ελπιδίου, Νέστορως και Αρκαδίου επισκ. Τριμυθούντος, Λαυρεντίου οσίου του εκ Μεγάρων.

Ἀκάθιστος Ὕμνος – Α’ Στάσις

Ἄγγελος πρωτοστάτης,
οὐρανόθεν ἐπέμφθη,


εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε·
καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν σε θεωρῶν, Κύριε,
ἐξίστατο καὶ ἵστατο,
κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·
Χαῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει,
χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον,
χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία,
ἑαυτήν ἐν ἁγνείᾳ,
φησὶ τῷ Γαβριὴλ θαρσαλέως·
τὸ παράδοξόν σου τῆς φωνῆς,
δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται·
ἀσπόρου γὰρ συλλήψεως,
τὴν κύησιν πὼς λέγεις κράζων·
Ἀλληλούια.

Γνῶσιν ἄγνωστον γνῶναι,
ἡ Παρθένος ζητοῦσα,
ἐβόησε πρὸς τὸν λειτουργοῦντα·
ἐκ λαγόνων ἁγνῶν,
υἷον πῶς ἔσται τεχθῆναι δυνατόν;
λέξον μοι.
Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ,
πλὴν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβη ὁ Θεός,
χαῖρε, γέφυρα μετάγουσα ἀπὸ γῆς πρὸς οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα,
χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν,
Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη Ἀνύμφευτε.

Δύναμις τοῦ Ὑψίστου,
ἐπεσκίασε τότε,
πρὸς σύλληψιν τῇ Ἀπειρογάμω·
καὶ τὴν εὔκαρπον ταύτης νηδύν,
ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι,
τοῖς θέλουσι θερίζειν σωτηρίαν,
ἐν τῷ ψάλλειν οὕτως·
Ἀλληλούια.

Ἔχουσα θεοδόχον,
ἡ Παρθένος τὴν μήτραν,
ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ.
Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν,
τὸν ταύτης ἀσπασμὸν ἔχαιρε,
καὶ ἅλμασιν ὡς ἄσμασιν,
ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε, βλαστοῦ ἀμάραντου κλῆμα,
χαῖρε, καρποῦ ἀκήρατου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χαῖρε, φυτουργὸν τῆς ζωῆς ἠμῶν φύουσα,
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων,
λογισμῶν ἀμφιβόλων,
ὁ σώφρων Ἰωσὴφ ἐταράχθη·
πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν,
καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε·
μαθὼν δέ σου τὴν σύλληψιν,
ἐκ Πνεύματος Ἁγίου,
ἔφη·
Ἀλληλούια.




Ἐπὶ τῆς βασιλείας τοῦ αὐτοκράτορα Διοκλητιανοῦ (284 – 305 μ.Χ.) ὁ Πατριάρχης Ἱεροσολύμων Ἕρμων (300 – 314 μ.Χ.) ἀπέστειλε στὴ Σκυθία τὸν Ἐπίσκοπο Ἅγιο Ἐφραὶμ καὶ στὴ Χερσώνα τὸν Ἐπίσκοπο Ἅγιο Βασιλέα, μὲ σκοπὸ τὴν διάδοση τοῦ Χριστιανισμοῦ. Ὁ Ἅγιος Βασιλέας ἐπειδὴ κήρυττε τὸν Χριστό, ἐκδιώχθηκε ἀπὸ τοὺς εἰδωλολάτρες. Ὅμως καὶ πάλι προσκλήθηκε ἀπὸ τὸν ἡγεμόνα τοῦ τόπου καὶ ἀνέστησε, κατὰ τὸν Συναξαριστή, τὸν υἱό του. Ἀπὸ τὸ γενόμενο θαῦμα καὶ ὁ ἄρχοντας καὶ πλῆθος λαοῦ πίστεψαν στὸν Χριστὸ καὶ βαπτίσθηκαν. Οἱ εἰδωλολάτρες ὅμως ἐξεμάνησαν καὶ τὸν συνέλαβαν. Τὸν ἔδεσαν καὶ τὸν ἔσυραν ἀπὸ τὰ πόδια, καὶ συρόμενος πέθανε.
Ἀλλὰ καὶ ὁ Ἅγιος Ἐφραίμ, ἐνῷ δίδασκε τὸ Εὐαγγέλιο, συνελήφθη ἀπὸ τοὺς εἰδωλολάτρες καὶ ἀποκεφαλίσθηκε.

Μετὰ τὸν μαρτυρικὸ θάνατο τοῦ Ἁγίου Βασιλέως ἀπεστάλησαν στὴ Χερσώνα οἱ Ἐπίσκοποι Ἀγαθόδωρος, Ἐλπίδιος καὶ Καπίτων ὡς κήρυκες τοῦ Εὐαγγελίου καὶ τῆς πίστεως, ἀλλὰ καὶ αὐτοὶ φονεύθηκαν ἀπὸ τοὺς ἄπιστους.
Στὴν συνέχεια ἀπεστάλη ὑπὸ τοῦ Πατριάρχη Ἱεροσολύμων ὁ Ἐπίσκοπος Αἰθέριος, ὁ ὁποῖος μόλις εἶδε τὸν ἐθνικὸ λαὸ ἐξαγριωμένο, κατέφυγε στὸν Μέγα Κωνσταντίνο καὶ ζήτησε τὴν ἀπέλαση τῶν εἰδωλολατρῶν ἀπὸ τὴ Χερσώνα, πρᾶγμα τὸ ὁποῖο ἔγινε. Ἀφοῦ δὲ ὁ Ἅγιος ἀνήγειρε ἐκεῖ ναό, μετέβη στὸν βασιλέα, γιὰ νὰ τὸν εὐχαριστήσει. Ὅμως κατὰ τὴν ἐπιστροφή του τὸν συνέλαβαν καὶ τὸν ἔπνιξαν στὸν ποταμὸ Δνείπερο.

Δεν υπάρχουν σχόλια: