Ἰστέον οὖν ὅτι διπλοῦς ὢν
ὁ ἄνθρωπος,
ἤγουν ἐκ ψυχῆς καὶ
σώματος,
διπλᾶς ἔχει καὶ τὰς
αἰσθήσεις, καὶ τὰς τούτων ἀρετάς·
καὶ πέντε μέν εἰσι τῆς
ψυχῆς, καὶ πέντε τοῦ σώματος.
Καὶ αἱ μὲν ψυχικαὶ
αἰσθήσεις,
ἃς καὶ δυνάμεις αὐτὰς οἱ
σοφοὶ λέγουσιν, εἰσὶν αὗται·
νοῦς, διάνοια, δόξα,
φαντασία, καὶ αἴσθησις.