http://www.ecclesiagoc.gr/index.php/diafora/651-poia-h-anh8hw-nhsteia
ΠΟΙΑ ἡ ἀληθὴς νηστεία ἡ φέρουσα θαυμάσια ἀποτελέσματα;
Ἡ ἀποχὴ οὐ μόνον ἀπὸ τῶν ἀπηγορευμένων βρωμάτων, ἀλλὰ καὶ ἀπὸ τῶν ἁμαρτημάτων.
«Ἀληθὴς νηστεία», ψάλλει κατ’ αὐτὰς ἡ Ἐκκλησία, «ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχή, ἐπιθυμιῶν χωρισμός, καταλαλιᾶς, ψεύδους καὶ ἐπιορκίας· ἡ τούτων ἔνδεια νηστεία ἐστὶν ἀληθὴς καὶ εὐπρόσδεκτος».
«Νηστεία ἀληθής», ὁ Μέγας Βασίλειος βροντοφωνεῖ, «ἡ τῶν κακῶν ἀπολύτρωσις».
«Οὐκ ἀποχὴ βρωμάτων, ἀλλ’ ἀποχὴ πλημμελημάτων νηστείαν ἀπεργάζεται», ὁ θεῖος Χρυσόστομος ἀποφαίνεται.
Ἡ ἀληθὴς νηστεία ἀπονεκροῦσα τὰ πάθη, καθιστᾷ τὴν ψυχὴν τοῦ νηστεύοντος καθαράν, καὶ κατ’ ἀκολουθίαν ἐπιτηδείαν ν’ ἀναπέμπῃ πρὸς τὸν Θεὸν εὐπροσδέκτους εὐχάς, ἅμα δὲ καὶ ἱκανὴν νὰ μεταδίδῃ τὸ ἐκ τῆς λιτῆς διαίτης περίσσευμα εἰς τοὺς ἐνδεεῖς.
«Οἶδα πολλοὺς νηστεύοντας», παρατηρεῖ ὁ Δαμασκηνὸς Ἰωάννης, «προσευχομένους καὶ πᾶσαν τὴν ἀδάπανον εὐλάβειαν ἐπιδεικνυμένους, ὀβολὸν δ’ ἕνα τοῖς θλιβομένοις μὴ προεμένους. Τί τὸ ὄφελος τούτοις τῆς λοιπῆς ἀρετῆς; Οὐ γὰρ προσδέχεται αὐτοὺς ἡ Βασιλεία τῶν Οὐρανῶν».

