Ἐκ τῆς χώρας θέρους χαρμονή,
ἐκ τοῦ ἀμπελῶνος καρποὶ ἐδεσμάτων, καὶ ἐκ τῶν Γραφῶν διδαχὴ ζωοποιός. Ἡ χώρα εἰς
ἕνα καιρὸν ἔχει τὸ θέρος, καὶ ἡ ἄμπελος εἰς ἕνα καιρὸν ἔχει τὸν τρυγητόν, ἡ
Γραφὴ δὲ πάντοτε ἀναγινωσκομένη ἀναβλύζει διδαχὴν ζωοποιόν. Ἡ χώρα, ὅταν θερισθῇ,
ἀπέσχε, καὶ ἡ ἄμπελος, ὅταν τρυγηθῇ, ταπεινοῦται, ἡ Γραφὴ δὲ καθ' ἡμέραν
θεριζομένη, οἱ στάχυες τῶν ἑρμηνευόντων ἐν αὐτῇ οὐκ ἐκλιμπάνουσι· καὶ καθ' ἡμέραν
τρυγεῖται, καὶ οἱ βότρυες τῆς ἐν αὐτῇ ἐλπίδος οὐ δαπανῶνται. Ἐγγίσωμεν τοίνυν
ταύτῃ τῇ χώρᾳ, καὶ τῶν αὐλάκων αὐτῆς τῶν ζωοποιῶν ἀπολαύσωμεν· καὶ θερίσωμεν
ἐξ αὐτῆς στάχυας ζωῆς, τοὺς λόγους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ εἰπόντος
πρὸς τοὺς ἑαυτοῦ μαθητάς· εἰσί τινες τῶν ὧδε ἑστώτων, οἳ οὐ μὴ γεύσωνται θανάτου,
ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ αὐτοῦ. Καὶ μεθ' ἡμέρας ἓξ
παραλαμβάνει τὸν Σίμωνα Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, εἰς ὄρος
ὑψηλὸν λίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὸ πρόσωπον αὐτοῦ ἔλαμψεν, ὡς
ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκά, ὡς τὸ φῶς.