«Μηδέποτε
συμφιλιάσῃς μετὰ
αἱρετικῶν. Μὴ συμφάγῃς, μὴ
συμπίῃς, μὴ
συνοδοιπορήσῃς. Μὴ
εἰσέλθῃς εἰς
οἶκον αὐτῶν, μηδὲ
εἰς ἐκκλησίαν· πάντα
γὰρ ὅσα
εἰσίν, ἀκάθαρτα εἰσίν, καθὼς
λέγει ὁ
Παῦλος, ὅτι τοῖς μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ
μεμίανται αὐτῶν
ὁ νοῦς
καὶ ἡ
συνείδησις. Ἀσφαλίζου
οὖν τὴν
ψυχήν σου, ἀγαπητέ. Μὴ συμφιλιάζῃς αἱρετικοῖς, ἵνα μὴ συγκοινωνήσῃς τῇ κοινωνίᾳ αὐτῶν· ὅτι
γάρ, καθὼς
εἶπεν ὁ
Κύριος, οὐκ
ἔχουσιν ἄφεσιν
ἁμαρτιῶν, οὐδὲ
ἐν τῷ
νῦν αἰῶνι, οὐδὲ
ἐν τῷ
μέλλοντι· δηλονότι οὐδὲ οἱ συμμιαινόμενοι αὐτοῖς· ἕκαστος
γὰρ θερίσει
ὃ ἔσπειρε».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου