«Εἰ μὴ δυνατὸν ἐν ἐκκλησίᾳ προϊέναι διὰ τοὺς ἀπίστους, κατ' οἶκον συνάξεις, ὦ ἐπίσκοπε, ἵνα μὴ εἰσέρχηται εὐσεβὴς εἰς ἐκκλησίαν ἀσεβῶν· οὐχ ὁ τόπος γὰρ τὸν ἄνθρωπον ἁγιάζει, ἀλλ' ὁ ἄνθρωπος τὸν τόπον.
Ἐὰν δὲ ἀσεβεῖς κατέχωσιν τὸν τόπον,
φευκτέος ἔστω σοι διὰ τὸ βεβηλῶσθαι ὑπ' αὐτῶν· ὡς γὰρ οἱ ὅσιοι ἱερεῖς ἁγιάζουσιν,
οὕτως οἱ ἐναγεῖς μιαίνουσιν.
Εἰ δὲ μήτε ἐν οἴκῳ ἅμα μήτε ἐν ἐκκλησίᾳ
συναθροισθῆναι δυνατόν, ἕκαστος παρ' ἑαυτῷ ψαλλέτω, ἀναγινωσκέτω, προσευχέσθω, ἢ
καὶ ἅμα δύο ἢ τρεῖς· “Ὅπου γὰρ ἂν ὦσι, φησὶν ὁ Κύριος, δύο ἢ τρεῖς συνηγμένοι ἐν
τῷ ὀνόματί μου, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν”.
Πιστὸς μετὰ κατηχουμένου μήτε κατ' οἶκον
προσευχέσθω· οὐ γὰρ δίκαιον τὸν μεμυημένον μετὰ τοῦ ἀμυήτου συμμολύνεσθαι.
Εὐσεβὴς μετὰ αἱρετικοῦ μήτε κατ' οἶκον
συμπροσευχέσθω· “Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;”
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου