«... εἴτε δόγματα Πίστεως, ὅρους τε καὶ κανόνας, εἴτε παραδόσεις τῆς Ἐκκλησίας ἐγγράφους τε καὶ ἀγράφους· ὀφείλομεν ἄρα καὶ περιέπειν ταῦτα πάντα καὶ ἐνστερνίζεσθαι ὅλῃ ψυχῇ, διανοίᾳ τε καὶ προθυμίᾳ, καὶ μηδὲ κεραίαν ἐκ τούτων ἀθετεῖν ἢ μεταποιεῖν ἢ προστιθέναι ἢ ἀφαιρεῖν, ἀλλὰ τὴν εὐθεῖαν βαδίζειν καὶ βασιλικὴν καὶ ἄπταιστον τῆς σωτηρίας ὁδόν, τὴν μήτε εἰς τὰ δεξιὰ μήτε εἰς τὰ ἀριστερὰ κλίνουσαν. Καὶ γὰρ καὶ μικρὰ παρέκκλισις καὶ μεταποίησις ἐν τοῖς περὶ Θεοῦ λόγοις εἰς κρημνὸν φέρει καὶ βάραθρα, καὶ βυθῷ ψυχικῆς ἀπωλείας παραπέμπει τὸν ὁπωσοῦν ἐκτραπέντα τῆς εὐθείας καὶ τῆς ἀληθείας διαμαρτήσαντα».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου