Μυστήριον ξένον
καὶ παράδοξον βλέπω· ποιμένες, μου περιηχοῦσι τὰ ὦτα, οὐκ ἔρημον συρίζοντες
μέλος, ἀλλ’ οὐράνιον ᾄδοντες ὕμνον. Ἄγγελοι ᾄδουσιν, ἀρχάγγελοι μέλπουσιν,
ὑμνεῖ τὰ Χερουβὶμ, δοξολογεῖ τὰ Σεραφὶμ, πάντες ἑορτάζουσι Θεὸν ἐπὶ γῆς
ὁρῶντες, καὶ ἄνθρωπον ἐν οὐρανοῖς· τὸν ἄνω κάτω δι’ οἰκονομίαν, καὶ τὸν κάτω
ἄνω διὰ φιλανθρωπίαν. Σήμερον Βηθλεὲμ τὸν οὐρανὸν ἐμιμήσατο· ἀντὶ μὲν ἀστέρων
ἀγγέλους ὑμνοῦντας δεξαμένη, ἀντὶ δὲ ἡλίου τὸν τῆς δικαιοσύνης ἀπεριγράπτως
χωρήσασα. Καὶ μὴ ζήτει πῶς· ὅπου γὰρ βούλεται Θεὸς, νικᾶται φύσεως τάξις.
Ἠβουλήθη γὰρ, ἠδυνήθη, κατῆλθεν, ἔσωσε· σύνδρομα τὰ πάντα τῷ Θεῷ. Σήμερον ὁ ὢν
τίκτεται, καὶ ὁ ὢν γίνεται ὅπερ οὐκ ἦν· ὢν γὰρ Θεὸς, γίνεται ἄνθρωπος, οὐκ
ἐκστὰς τοῦ εἶναι Θεός. Οὐδὲ γὰρ κατ’ ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος, οὐδὲ
πάλιν κατὰ προκοπὴν ἐξ ἀνθρώπου γέγονε Θεός· ἀλλὰ Λόγος ὢν, διὰ τὸ ἀπαθὲς σὰρξ
ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Αλλ’
ότε μεν ετέχθη, Ιουδαίοι ηρνούντο τον ξένον τόκον και Φαρισαίοι
παρηρμήνευον τας θείας βίβλους, και Γραμματείς υπεναντία του νόμου ελάλουν.
Ηρώδης τον τεχθέντα εζήτει, ουχ ίνα αυτόν τιμήση, αλλ’ ίνα αυτόν απολέση. Σήμερον γαρ πάντα
υπεναντία είδον· «ουκ εκρύβη γαρ, κατά τον Ψαλμωδόν, από των τέκνων αυτών εις
γενεάν ετέραν» (Ψαλμ. oζ΄ 4). Βασιλείς μεν γαρ ήλθον τον
επουράνιον Βασιλέα θαυμάζοντες, ότι πως επί γης ήλθεν ουκ Αγγέλους έχων, ουκ
Αρχαγγέλους, ου θρόνους, ου κυριότητας, ου δυνάμεις, ουκ εξουσίας, αλλά ξένην
και ατριβή βαδίσας οδόν, εξ αγεωργήτου προήλθε γαστρός, ούτε τους Αγγέλους
αυτού ερήμους της επιστασίας αυτού καταλιπών, ούτε τη προς ημάς ενανθρωπήσει της
οικίας Θεότητος εκστάς.
H συνέχεια, ‘’κλικ’’ πιο κάτω στο: Read more