Ἡ Ὁμολογία Πίστεως τῆς ἐν ΚΠόλει Συνόδου τοῦ 1727:

«... εἴτε δόγματα Πίστεως, ὅρους τε καὶ κανό­νας, εἴτε παραδόσεις τῆς Ἐκκλησίας ἐγγράφους τε καὶ ἀγράφους· ὀφεί­λομεν ἄρα καὶ περιέπειν ταῦτα πάντα καὶ ἐνστερνίζε­σθαι ὅλῃ ψυχῇ, διανοίᾳ τε καὶ προθυμίᾳ, καὶ μηδὲ κεραίαν ἐκ τούτων ἀθετεῖν ἢ μετα­ποιεῖν ἢ προστιθέναι ἢ ἀφαιρεῖν, ἀλλὰ τὴν εὐθεῖαν βαδίζειν καὶ βασι­λικὴν καὶ ἄπταιστον τῆς σωτηρίας ὁδόν, τὴν μήτε εἰς τὰ δεξιὰ μήτε εἰς τὰ ἀριστερὰ κλίνουσαν. Καὶ γὰρ καὶ μικρὰ παρέκ­κλισις καὶ μεταποίη­σις ἐν τοῖς περὶ Θεοῦ λόγοις εἰς κρημνὸν φέρει καὶ βάραθρα, καὶ βυθῷ ψυχικῆς ἀπωλείας παραπέμπει τὸν ὁπωσοῦν ἐκτραπέντα τῆς εὐθείας καὶ τῆς ἀληθείας διαμαρτήσαντα».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου