«Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται καί ὁ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ». Ἐφ' ᾧ καί τανῦν ἐγκαλούμεθα, διότι τινά τῶν ὑποκρινομένων ὀρθοδοξεῖν, κοινωνοῦντα δέ τῇ αἱρέσει μέχρι παντός ἀπηγορεύσαμεν ὑπό ὀρθοδόξου ἐν ἱεροῖς μνημοσύνοις ἀναφέρεσθαι κατά τήν θείαν μυσταγωγίαν. Εἰ μέν γάρ προέφθασε, κἄν ἐν τῷ θανάτῳ, δι' ἐξομολογήσεως τυχεῖν τῶν ἁγιασμάτων, ἦν ἄν ὑπέρ αὐτοῦ ἀναφοράν ποιεῖσθαι τόν ὀρθόδοξον. Ἐπεί δέ κοινωνῶν τῇ αἱρέσει ἀπεβίῳ, πῶς δυνατόν ἐντετάχθαι τόν τοιοῦτον ἐν ὀρθοδόξῳ κοινωνίᾳ; Καί γοῦν φησιν ὁ ἱερός Ἀπόστολος· «Τό ποτήριον τῆς εὐλογίας, ὅ εὐλογοῦμεν, οὐχί κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν; τόν ἄρτον ὅν κλῶμεν, οὐχί κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, ἕν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γάρ πάντες ἐκ τοῦ ἑνός ἄρτου μετέχομεν». Οὐκοῦν κατά τό ἀνάλογον καί ἡ κοινωνία τοῦ αἱρετικοῦ ἄρτου καί τοῦ ποτηρίου τῆς ἀντικειμένης μερίδος ἐστίν· καί τό ἕν σῶμα ἠλλοτριωμένον Χριστοῦ τούς ἐπικοινωνοῦντας ἀπεργάζεται· ἐπεί μηδεμία «κοινωνία φωτί πρός σκότος, οὐδέ μετοχή δικαιοσύνης καί ἀνομίας, οὐδέ μερίς πιστῷ μετά ἀπίστου, οὐδέ συγκατάθεσις ναῷ Θεοῦ μετά εἰδώλων», καθώς ἀλλαχοῦ ὁ αὐτός ἐξεβόησεν. Ἀλλ' ὑπέρ μέν τῶν τοιούτων θρηνητέον καί προσευκτέον ὑπέρ τῶν ἔτι ζώντων ἐκπεφευγέναι αὐτούς τῶν τοῦ διαβόλου βρόχων».
(Μικρά κατήχησις 129) (σελ. 362-363).
Δεν
ήταν Αρχιερείς του Θεού και ο Ἄννας καὶ ο Καϊάφας ?
Η
μήπως έλεγε ψέματα αυτός που έλεγε :
«Συμφέρον
γὰρ ἄνευ αὐτῶν συναθροίζεσθαι εἰς εὐκτήριον οἶκον ἢ μετ᾿ αὐτῶν ἐμβληθῆναι, ὡς
μετὰ Ἄννα καὶ Καϊάφα, εἰς τὴν γέενναν τοῦ πυρός»