«Ἰωάννης ὁ τοῦ Κυρίου μαθητὴς
ἐν τῇ Ἐφέσῳ πορευθεὶς λούσασθαι καὶ ἰδὼν ἔσω Κήρινθον ἐξήλατο τοῦ βαλανείου μὴ
λουσάμενος, ἀλλ' ἐπειπών · “Φύγωμεν, μὴ καὶ τὸ βαλανεῖον συμπέσῃ, ἔνδον ὄντος
Κηρίνθου τοῦ τῆς ἀληθείας ἐχθροῦ.” Καὶ αὐτὸς δὲ ὁ Πολύκαρπος Μαρκίωνί ποτε εἰς
ὄψιν αὐτῷ ἐλθόντι καὶ φήσαντι· «Ἐπιγίνωσκε ἡμᾶς», ἀπεκρίθη · «Ἐπιγινώσκω,
ἐπιγινώσκω τὸν πρωτότοκον τοῦ Σατανᾶ.» Τοσαύτην οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ
αὐτῶν ἔσχον εὐλάβειαν πρὸς τὸ μηδὲ μέχρι λόγου κοινωνεῖν τινι τῶν
παραχαρασσόντων τὴν ἀλήθειαν , ὡς καὶ Παῦλος ἔφησεν · «Αἱρετικὸν ἄνθρωπον μετὰ
μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼςὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ
ἁμαρτάνει ὢν αὐτοκατάκριτος».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου