Του Αγ. Ιωάννου του
Δαμασκηνού εις το Γενέσιον της Θεοτόκου:
«Ὦ ζεῦγος λογικῶν
τρυγόνων Ἰωακεὶμ καὶ Ἄννα τὸ σωφρονέστατον. Ὑμεῖς τὸν τῆς φύσεως νόμον, τὴν
σωφροσύνην, τηρήσαντες τῶν ὑπὲρ φύσιν κατηξιώθητε· τετόκατε γὰρ τῷ κόσμῳ Θεοῦ
μητέρα ἀπείρανδρον. Ὑμεῖς εὐσεβῶς καὶ ὁσίως ἐν ἀνθρωπίνῃ φύσει πολιτευσάμενοι, ὑπὲρ
ἀγγέλους καὶ τῶν ἀγγέλων δεσπόζουσαν νῦν θυγατέρα τετόκατε. Ὦ θυγάτριον ὡραιότατον
καὶ γλυκύτατον· ὦ κρίνον ἀναμέσον τῶν ἀκανθῶν ἐκφυὲν ἐξ εὐγενεστάτης καὶ
βασιλικωτάτης ρίζης δαβιτικῆς… Ὦ ρόδον ἐξ ἀκανθῶν τῶν Ἰουδαίων φυὲν καὶ εὐωδίας
θείας πληρῶσαν τὰ σύμπαντα. Ὦ θύγατερ Ἀδὰμ καὶ μήτηρ Θεοῦ. Μακαρία ἡ ὀσφὺς καὶ ἡ
γαστὴρ ἐξ ὧν ἀνεβλάστησας· μακάριαι αἱ ἀγκάλαι αἵ σε ἐβάστασαν καὶ χείλη τὰ τῶν
ἁγνῶν φιλημάτων σου ἀπολαύσαντα, μόνα τὰ γονικά, ἵνα ᾖς ἐν πᾶσιν ἀειπαρθενεύουσα».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου