Ο Μεγάλος μας Άγιος Μάρκος ο Ευγενικός:

«Ἅπαντες οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, πᾶσαι αἱ σύνοδοι, καὶ πᾶσαι αἱ θεῖαι γραφαί, φεύγειν τοὺς ἑτερόφρονας παραινοῦσι καὶ τῆς αὐτῶν κοινωνίας διΐστασθαι»  (P.G.160, 105).

«Βούλομαι πλατύτερον τήν ἐμήν γνώμην εἰπεῖν, εἴπερ ποτέ καί νῦν, ἐν τῷ ἐγγίζειν τήν τελευτήν μου, ἵνα σύμφωνος ὦ ἐμαυτῷ ἀπ’ ἀρχῆς μέχρι τέλους καί μή δόξῃ τισίν, ὅτι ἄλλα μέν ἔλεγον, ἄλλα δέ ἔκρυπτον ἐν τῇ διανοίᾳ, ἅ εἰκός ἦν ἐλεγχθῆναι τῇ ὥρᾳ ταύτῃ τῆς ἐμῆς ἀναλύσεως. Λέγω δέ περί τοῦ πατριάρχου, μήπως δόξῃ αὐτῷ προφάσει τάχα τιμῆς τῆς πρός ἐμέ ἐν τῇ κηδείᾳ τοῦ ταπεινοῦ μου τούτου σώματος ἤ καί ἐν τοῖς μνημοσύνοις μου στεῖλαί τινας τῶν ἀρχιερέων αὐτοῦ ἤ τοῦ κλήρου αὐτοῦ ἤ ὅλως τῶν κοινωνούντων αὐτῷ τινα συνεύξασθαι ἤ συμφορέσαι τοῖς ἐκ τοῦ ἡμετέρου μέρους ἱερεῦσι τοῖς πρός τά τοιαῦτα προσκληθεῖσι, δοξάσας ὡς οἱῳδήποτε τρόπῳ προσίεμαι, κἄν ἐν τῷ κρυπτῷ τήν αὐτοῦ κοινωνίαν.

----
Ο Δημήτριος Χατζηνικολάου είπε...
Ἐάν ἔζη σήμερον ὁ Ἅγιος Μᾶρκος Εὐγενικός καί ἐκράτει τήν ἰδίαν ἄκαμπτον στάσιν ἔναντι τῶν Οἰκουμενιστῶν, ἤ ἔναντι τῶν Π/Ητῶν πού εἰσήγαγον τήν αἵρεσιν τῶν ΘΝΠ τοῦ ν. 4301/2014, ἀσφαλῶς θά ἐχαρακτηρίζετο ὑφ' ὅλων αὐτῶν ὡς "σχισματικός," "φονταμενταλιστής," "φανατικός," "ἀκραῖος" κ.λπ., καθότι ἐδίδαξε καί ἐφήρμοσε τό περίφημον "τά ἄμικτα οὐ μίγνυνται."

»Καί ἵνα μή ἡ σιωπή μου συγκατάβασιν τινα ὑπονοῆσαι παρέξῃ τοῖς μή καλῶς καί εἰς βάθος εἰδόσι τόν ἐμόν σκοπόν, λέγω καί διαμαρτύρομαι ἐνώπιον τῶν παρατυχόντων πολλῶν καί ἀξιολόγων ἀνδρῶν, ὡς οὔτε βούλομαι οὔτε δέχομαι τήν αὐτοῦ ἤ τήν τῶν μετ’ αὐτοῦ κοινωνίαν τό παράπαν, οὐδαμῶς, οὔτε ἐπί τῆς ζωῆς μου, οὔτε μετά θάνατον, ὥσπερ οὐδέ τήν γεγονυῖαν ἕνωσιν καί τά δόγματα τά λατινικά, ἅπερ ἐδέξατο αὐτός τε καί οἱ μετ’ αὐτοῦ, καί ὑπέρ τοῦ δεφενδεύειν ταῦτα καί τήν προστασίαν ταύτην ἐμνηστεύσατο ἐπί καταστροφῇ τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων.
»Πέπεισμαι γάρ ἀκριβῶς ὅτι ὅσον ἀποδιΐσταμαι τούτου καί τῶν τοιούτων, ἐγγίζω τῷ Θεῷ καί πᾶσι τοῖς ἁγίοις, καί ὥσπερ τούτων χωρίζομαι, οὕτως ἑνοῦμαι τῇ ἀληθείᾳ καί τοῖς ἁγίοις πατράσι, τοῖς θεολόγοις τῆς ἐκκλησίας · ὥσπερ αὖ πείθομαι τούς συντιθεμένους τούτοις ἀποδιΐστασθαι τῆς ἀληθείας καί τῶν μακαρίων τῆς ἐκκλησίας διδασκάλων. Καί διά τοῦτο λέγω, ὥσπερ παρά πᾶσάν μου τήν ζωήν ἤμην κεχωρισμένος ἀπ’ αὐτῶν, οὕτω καί ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, καί ἔτι καί μετά τήν ἐμήν ἀποβίωσιν ἀποστρέφομαι τήν αὐτῶν κοινωνίαν καί ἕνωσιν, καί ἐξορκῶν ἐντέλλομαι, ἵνα μηδείς ἐξ αὐτῶν προσεγγίσῃ ἤ ἐν τῇ ἐμῇ κηδείᾳ ἤ τοῖς μνημοσύνοις μου, ἀλλ’ οὐδέ ἄλλου τινός τῶν τοῦ μέρου ἡμῶν, ὥστε συμφορένειν ἐπιχειρῆσαι καί συλλειτουργεῖν τοῖς ἡμετέροις · τοῦτο γάρ ἐστι τό τά ἄμικτα μίγνυσθαι. Δεῖ δέ παντάπασιν ἐκείνους εἶναι κεχωρισμένους ἡμῶν, μέχρις ἄν δῷ ὁ Θεός τήν καλήν διόρθωσιν καί εἰρήνην τῆς ἐκκλησίας αὐτοῦ»                                                                   (P. O. 15, 346).

1 σχόλιο:

Δημήτριος Χατζηνικολάου είπε...

Ἐάν ἔζη σήμερον ὁ Ἅγιος Μᾶρκος Εὐγενικός καί ἐκράτει τήν ἰδίαν ἄκαμπτον στάσιν ἔναντι τῶν Οἰκουμενιστῶν, ἤ ἔναντι τῶν Π/Ητῶν πού εἰσήγαγον τήν αἵρεσιν τῶν ΘΝΠ τοῦ ν. 4301/2014, ἀσφαλῶς θά ἐχαρακτηρίζετο ὑφ' ὅλων αὐτῶν ὡς "σχισματικός," "φονταμενταλιστής," "φανατικός," "ἀκραῖος" κ.λπ., καθότι ἐδίδαξε καί ἐφήρμοσε τό περίφημον "τά ἄμικτα οὐ μίγνυνται."