Πόθησον τὴν πτωχείαν τοῦ Χριστοῦ, ἵνα πλουτήσῃς ἐκεῖ τὴν
αὐτοῦ θεότητα. Πόθησον τὴν καλλίστην νηστείαν, τὸ τίμιον καὶ θεάρεστον πρᾶγμα.
Νηστεία ὄχημα πρὸς οὐρανόν. Νηστεία προφήτας γεννᾷ, νομοθέτας σοφίζει. Νηστεία
ψυχῆς ἀγαθὸν φυλακτήριον, σώματος σύνοικος ἀσφαλής. Νηστεία ὅπλον ἀριστεύουσιν,
ἀθληταῖς γυμνάσιον. Νηστεία πειρασμοὺς ἀποκρούεται, ἀλείφει πρὸς εὐσέβειαν· νήψεως
σύνοικος, σωφροσύνης δημιουργός. Νηστεία ἐν πολέμοις ἀνδραγάθημα. Νηστεία ἔσβεσε
δύναμιν πυρός· νηστεία ἔφραξε στόματα λεόντων· νηστεία προσευχὴν εἰς οὐρανὸν ἀναπέμπει.
Νηστεία ὑγιείας μήτηρ. Νηστεία νεότητος παιδαγωγία, πρεσβύταις κόσμησις, ἀγαθὴ
συνοδοιπόρος οδοιπόροις.
Τοῦ νηστεύοντος σεμνὸν τὸ σῶμα, καὶ ἡ ψυχὴ τιμία. Νηστεία τὸν Λάζαρον εἰς κόλπους Ἀβραὰμ ἀνέπαυσεν. Αὐτὴν οὖν ἡμεῖς ποθήσωμεν, ἵνα καὶ ἡμᾶς ὁ κόλπος τοῦ Ἀβραὰμ ὑποδέξηται. Φύγωμεν τὴν τρυφὴν καὶ τὴν πολύγελων μέθην, τὴν μητέρα τῆς πορνείας. Μέθη Κύριον οὐχ ὑποδέχεται. Μέθη Πνεῦμα Ἅγιον ἀποδιώκει. Νηστεία πόλεως εὐνομία, ἀγορᾶς εὐπείθεια. Νηστεία οἴκων εἰρήνη. Νηστεία παρθενίας χορηγὸς καὶ φυλακτήριον. Νηστεία μετανοίας ὁδός. Νηστεία δακρύων δημιουργός. Νηστεία οὐκ ἀγαπᾷ τὸν κόσμον, οὐδὲ τὰ ἐν τῷ κόσμῳ. Μὴ οὖν περικακήσωμεν νηστεύοντες· Ἄγγελοι γάρ εἰσιν οἱ καθ' ἑκάστην ἐκκλησίαν τοὺς νηστεύοντας ἀπογραφόμενοι. Νηστεία μνησικακίαν οὐ παραδέχεται· οἱ γὰρ λύπας καὶ μνησικακίας ἑαυτοῖς σωρεύοντες, κἂν δοκῶσι προσεύχεσθαι ἢ νηστεύειν, ὅμοιοί εἰσι τοῖς ὕδωρ ἀντλοῦσι καὶ εἰς πίθον τετριμμένον βάλλουσιν. Οὐ προσδέχεται Κύριος προσευχὴν μνησικακοῦντος τῷ ἀδελφῷ αὐτοῦ. Ὧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου