«Ἰωάννης ὁ τοῦ Κυρίου
μαθητὴς ἐν τῇ Ἐφέσῳ πορευθεὶς λούσασθαι καὶ ἰδὼν ἔσω Κήρινθον ἐξήλατο τοῦ
βαλανείου μὴ λουσάμενος, ἀλλ' ἐπειπών · “Φύγωμεν, μὴ καὶ τὸ βαλανεῖον συμπέσῃ,
ἔνδον ὄντος Κηρίνθου τοῦ τῆς ἀληθείας ἐχθροῦ.” Καὶ αὐτὸς δὲ ὁ Πολύκαρπος
Μαρκίωνί ποτε εἰς ὄψιν αὐτῷ ἐλθόντι καὶ φήσαντι· «Ἐπιγίνωσκε ἡμᾶς», ἀπεκρίθη ·
«Ἐπιγινώσκω, ἐπιγινώσκω τὸν πρωτότοκον τοῦ Σατανᾶ.» Τοσαύτην οἱ ἀπόστολοι καὶ
οἱ μαθηταὶ αὐτῶν ἔσχον εὐλάβειαν πρὸς τὸ μηδὲ μέχρι λόγου κοινωνεῖν τινι τῶν
παραχαρασσόντων τὴν ἀλήθειαν , ὡς καὶ Παῦλος ἔφησεν · «Αἱρετικὸν ἄνθρωπον μετὰ
μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼςὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ
ἁμαρτάνει ὢν αὐτοκατάκριτος».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου