Δύσεως οἱ πρόκριτοι, ὀρθοδοξοῦντες εἰσέτι, καὶ αὐτῆς μετέχοντες,
δεδογμένα πάντα συνωμολόγησαν, ὅμως μετέπειτα, διαβόλου πλάνῃ,
βλασφημίαν ἐξηρεύξαντο, κατὰ τοῦ Πνεύματος, οὕτω δὲ σφαλέντες ὑπέπεσον,
ἰδίῳ ἀναθέματι, δῆλον ἑαυτοὺς καταστήσαντες, αὐτοκατακρίτους·
διὸ αὐτῶν τῆς λύμης ἀσινῆ, τὴν Ἐκκλησίαν φυλάξατε, Ἱεράρχαι τίμιοι.
Σατὰν ἐκπέπτωκεν Οὐρανοῦ,
θεῖναι ὑπεράνω νεφελῶν, θρόνον ποτὲ ὀρεξάμενος. Πόλου δ᾿ Ἐκκλησίας
ποθῶν, Λατίνων ποιμήν, ὑπέρθρονον γενέσθαι αὐτῆς ἐξώρισται.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου