....Ταύτας οὖν τὰς ἁγίας καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους ἀποδέχομαι ἀναθεματίζων μὲν οὓς ἀνεθεμάτισαν, κατασπαζόμενος δὲ καὶ μεγαλύνων οὓς ἐπευφήμησαν. αὕτη μου ἡ τῆς πίστεως καὶ τῶν εἰς ταύτην ἀνηκόντων καὶ περὶ αὐτὴν ὑφισταμένων ὁμολογία, καὶ ἐν ταύτῃ ἡ ἐλπίς, οὐκ ἐμοὶ δὲ μόνον, ἀλλὰ καὶ πᾶσιν ὅσοις εὐσεβεῖν μεμελέτηται καὶ τῆς καθαρᾶς καὶ ἀκιβδήλου δόξης τῶν χριστιανῶν θεῖος ἔρως προσπέφυκεν ἔχεσθαι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου