μυστηρίου θείου ἀποκεκρυμμένου φανέρωσις, ἀκαταμάχητος προστασία, ἀντίληψις κραταιά, ζωοδόχε πηγή, πέλαγος ἀνεξάντλητον τῶν θείων καὶ ἀπορρήτων χαρισμάτων καὶ δωρεῶν, ὕψος τῶν ἐπουρανίων καὶ ἀσωμάτων Δυνάμεων καὶ τῶν Σεραφεὶμ ὑψηλοτέρα, βάθος τῶν ἀποκρύφων νοημάτων τὸ ἀνεξερεύνητον, ἡ κοινὴ φιλοτιμία τῆς φύσεως, ἁπάντων τῶν καλῶν χορηγία, ἡ μετὰ τὴν Τριάδα πάντων τῶν ποιημάτων Δέσποινα, ἡ μετὰ τὸν Παράκλητον ἄλλος Παράκλητος, καὶ μετὰ τὸν μεσίτην Χριστὸν μεσίτρια τοῦ κόσμου παντός, τὸ ὄχημα ἡλίου τοῦ νοητοῦ, τὸ δοχεῖον τοῦ φωτὸς τοῦ ἀληθινοῦ τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἡ φέρουσα ἐν ἀγκάλαις τὸν τῷ ῥήματι τὰ πάντα φέροντα·
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου