Παρασκευή, 2 Μαΐου 2014
Ανακομιδή του λειψάνου Αθανασίου του μεγάλου, Εσπέρου, Ζωής και των τέκνων αυτών Κυριάκου και Θεοδούλου των μαρτύρων.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Στῦλος γέγονας, Ὀρθοδοξίας, θείοις δόγμασιν, ὑποστηρίζων, τὴν Ἐκκλησίαν, Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, πληθύνας τὸν
σπόρον τῆς πίστεως, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διό σε ὑμνοῦμεν Ἀθανάσιε.
Μεγαλυνάριον.
Τῆς Ὀρθοδοξίας σάλπιγξ χρυσῆ, ὤφθης Ἱεράρχα, ὁμοούσιον τῷ Πατρί, τὸν Υἱὸν
κηρύττων, καὶ Πνεύματι Ἁγίῳ· διό σε Ἀθανάσιε μεγαλύνομεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου