Κυριακή, 24 Μαρτίου 2013(ώρα Ελλάδος).
Α ΝΗΣΤΕΙΩΝ, Κυριακή της Ορθοδοξίας. Προεόρτια Ευαγγελισμού, Αρτέμονος επισκόπου Σελευκείας και Πισιδίας και Ζαχαρίου των οσίων, Παρθενίου ιερομάρτυρος του νέου (1657).
Παραμονὴ τῆς
μεγάλης ἑορτῆς τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας Θεοτόκου.
Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ’.
Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, μετὰ χαρμοσύνης προεορτάσωμεν· ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, τῇ Παρθένῳ κομίζων τὰ εὐαγγέλια, καὶ φόβῳ ἅμα καὶ θαύματι· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Κοντάκιον Προεόρτιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐπελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.

Μεγαλυνάριον.
Ἤγγικεν ἡ λύτρωσις τῶν βροτῶν· Γαβριὴλ γὰρ σπεύδει, χαρμοσύνως πρὸς Ναζαρέτ, βοῆσαι τὸ χαῖρε, τῇ Κεχαριτωμένῃ· τὸν Λόγον γὰρ συλλήψῃ, Πατρὶ τὸν σύνθρονον.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου