Απολυτίκιο Α΄ Κυριακή των Νηστειών - της Ορθοδοξίας
Τὴν
ἄχραντον
εἰκόνα
σου
προσκυνοῦμεν
Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός∙ βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ρύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ∙ ὅθεν εὐχαρίστως βοῶμέν σοι∙ Χαρᾶς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου