Δέσποινα, ὑπεραγία
μου Θεοτόκε, κεχαριτωμένη Θεογεννήτρια,
ὑπερευλογημένη Θεοχαρίτωτε
Θεομῆτορ, δοχεῖον τῆς ἀστέκτου Θεότητος τοῦ μονογενοῦς Υἱοῦ τοῦ ἀθανάτου καὶ
ἀοράτου Πατρός, θρόνε πυρίμορφε, τῶν τετραμόρφων ὑπερενδοξοτέρα, πάναγνε,
πανάχραντε, πανάσπιλε, παναμόλυντε, παναμώμητε, πανύμνητε, πανάφθορε,
παμμακάριστε, πανακήρατε, πάνσεπτε, πάντιμε, παντευλόγητε, παντομνημόνευτε,
παμπόθητε, παρθένε τῇ ψυχῇ καὶ τῷ σώματι καὶ τῷ νοΐ, καθέδρα Βασιλέως τοῦ ἐπὶ
τῶν Χερουβείμ, κλίμαξ ἐπουράνιε, δι’ ἧς οἱ ἐπὶ γῆς εἰς οὐρανοὺς ἀνατρέχομεν,
νύμφη Θεοῦ, δι’ ἧς αὐτῷ κατηλλάγημεν·
Ἀγίου Ἐφραίμ τοῦ Σύρου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου