Τῆς
λύπης ἡ λύσις, τῆς αἰχμαλωσίας ἡ λύτρωσις, τῶν θνητῶν ἡ θέωσις, ἡ ὡραία τῇ
φύσει καὶ μώμου παντὸς ἀνεπίδεκτος· ἡ ἀπὸ λιβάνου τῆς παρθενίας ἀνοῦσα καὶ τὸν
κόσμον μυρίζουσα· ἐξ ἧς ὁ γλυκασμὸς ἀπορρέων τὴν παλαιὰν τοῦ ξύλου πικρίαν
ἐγλύκανεν· ἡ τὴν οὐσίαν ὅλην φρικτῶς χωρήσασα τῆς Θεότητος· τιμῆς ἁπάσης
ὑπέρτερον δώρημα, καὶ κάλλους παντὸς ὑπέρτιμον ἐγκαλλώπισμα· Σολομῶντος ἡ
κλίνη, ᾗ παρίστανται κύκλῳ οἱ ἑξήκοντα δυνατοί, αἱ ῥήσεις δηλαδὴ τῆς
θεοπνεύστου Γραφῆς· φωτοδόχον χωρίον, ἐξ οὗ σωτηρίας ἀκτῖνες τῇ οἰκουμένῃ
ἐπέλαμψαν· τὸ μεγαλεῖον τῆς φρικτῆς οἰκονομίας· τὸ περικαλλὲς τῆς θείας
συγκαταβάσεως ἐνδιαίτημα· τὸ τοῦ κόσμου διαλλακτήριον· τὸ ἡμέτερον ἱλαστήριον
καὶ προσφύγιον· τὸ πάντων τῶν καλῶν εὐκταιότατον δώρημα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου