ΕΚ ΤΗΣ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΠΕΙΡΑΙΩΣ

Πειραιεύς 3Φεβρουαρίου  2014


Α Ν Α Κ Ο Ι Ν Ω Θ Ε Ν

Παραδίδομεν εἰς τήν δημοσιότητα καί εἰς χείρας τῶν φιλεόρτων τάς Ἱεράς Ἀσματικάς Ἀκολουθίας τῆς Ἁγίας Η΄ ἐπί μεγάλου Φωτίου Οἰκουμενικῆς Συνόδου καί τῆς Ἁγίας Θ΄ ἐπί Ἁγίου Γρηγορίου Παλαμᾶ Οἰκουμενικής Συνόδου συντεθείσας τῇ ἡμετέρᾳ, ἀπό καιροῦ παρακλήσει, ὑπό τοῦ φιλοπόνου ὑμνογραφικοῦ ἐργαστηρίου τῆς Ἱερᾶς Μονῆς Ἁγίου Στεφάνου Ἁγίων Μετεώρων, εὐχαριστοῦντες θερμῶς τάς πολυταλάντους ὑμνογράφους Μοναχάς Θεοτέκνην καί Θέκλαν ὡς καί τήν Σεβασμίαν Καθηγουμένην Χριστονύμφην Μοναχήν καί ἅπασαν τήν ἐν Χριστῷ Συνοδείαν αὐτῆς.



ΕΚ ΤΗΣ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ

ΙΕΡΑ  ΜΗΤΡΟΠΟΛΙΣ ΠΕΙΡΑΙΩΣ

ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΑΓΙΑΣ
ΟΓΔΟΗΣ (Η΄) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

τῆς ἐν Κων­σταν­τι­νου­πό­λει
κα­τὰ τὰ ἔ­τη ἀ­πὸ Χρι­στοῦ 879-880 συγ­κλη­θεί­σης



ΦΕΒΡΟΥΑΡΙΟΣ 2014



ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΑΓΙΑΣ
ΟΓΔΟΗΣ (Η΄) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

τῆς ἐν Κων­σταν­τι­νου­πό­λει
κα­τὰ τὰ ἔ­τη ἀ­πὸ Χρι­στοῦ 879-880 συγ­κλη­θεί­σης









ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΑΓΙΑΣ ΟΓΔΟΗΣ (Η΄) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
Ψαλ­λο­μέ­νης τῇ Α΄ Κυ­ρι­α­κῇ τοῦ μη­νὸς Φε­βρου­α­ρί­ου
Ποί­η­μα Θέ­κλης Μο­να­χῆς Ἁ­γι­ο­στε­φα­νι­τίσ­σης
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Τῷ Σαβ­βά­τῳ ἑ­σπέ­ρας, με­τὰ τὸν Προ­οι­μι­α­κόν, στι­χο­λο­γοῦ­μεν τὸ Μα­κά­ρι­ος ἀ­νήρ. Εἰς δὲ τὸ Κύ­ρι­ε ἐ­κέ­κρα­ξα, ἱ­στῶ­μεν στί­χους ι΄ καὶ ψάλ­λο­μεν Στι­χη­ρὰ Ἀ­να­στά­σι­μα δ΄ καὶ τῶν Ἁ­γί­ων Πα­τέ­ρων στ΄.
Στι­χη­ρὰ τῶν Πα­τέ­ρων.
Ἦ­χος πλ.β΄. Ὅ­λην ἀ­πο­θέ­με­νοι.
Πί­στιν τὴν ἀ­μώ­μη­τον, οἱ θε­ο­φό­ροι Πα­τέ­ρες, ζή­λῳ προ­α­σπί­ζον­τες, τὴν Ὀ­γδό­ην Σύ­νο­δον συ­νε­στή­σαν­το· καὶ ὀ­θνεῖ­α δόγ­μα­τα, κα­θε­λόν­τες ὅ­ρους, αἰ­ω­νί­ους ἀ­νε­τεί­χι­σαν, και­νῷ ἐ­ρύ­μα­τι, καὶ ὁ­μο­λο­γί­αν Ὀρ­θό­δο­ξον, παν­σό­φως ἀ­πειρ­γά­σαν­το, ἄ­τρω­τον ἐκ βλά­βης αἱ­ρέ­σε­ων, ὧν τὴν πα­ρα­θή­κην, φυ­λάτ­τον­τες ὡς κλῆ­ρον τι­μαλ­φῆ, καὶ πο­λι­τεί­αν οὐ­ρά­νι­ον, τού­των μι­μη­σώ­με­θα.
Σύμ­βο­λον θε­ό­γρα­φον, τὸ ἐν προ­τέ­ραις Συ­νό­δοις, θε­σπι­σθὲν κυ­ρώ­σαν­τες, τοὺς τολ­μῶν­τας ἕ­τε­ρον ἀ­να­γρά­ψα­σθαι, ὑ­φε­λεῖν ἢ πρό­σθε­μα, ἀ­δε­ῶς ἐν­θεῖ­ναι, κα­τα­κρί­τους ἀ­πο­βλή­τους τε, τοῦ θεί­ου Σώ­μα­τος, Ὅ­σι­οι Ποι­μέ­νες ἀ­νέ­φη­ναν, Θε­οῦ ὑ­πε­ναν­τί­ους δέ, καὶ τῆς Ἀ­λη­θεί­ας ἡ­γή­σαν­το. Ὅ­θεν με­τὰ φό­βου, ἀ­κρί­βει­αν τη­ρῶ­μεν ἐν παν­τί, μὴ πα­ρο­μοί­ῳ ἐν κρί­μα­τι, οἰ­κτρῶς πε­ρι­πέ­σω­μεν.
Δύ­σε­ως οἱ πρό­κρι­τοι, ὀρ­θο­δο­ξοῦν­τες εἰ­σέ­τι, καὶ αὐ­τῆς με­τέ­χον­τες, δε­δογ­μέ­να πάν­τα συ­νω­μο­λό­γη­σαν, ὅ­μως με­τέ­πει­τα, δι­α­βό­λου πλά­νῃ, βλα­σφη­μί­αν ἐ­ξη­ρεύ­ξαν­το, κα­τὰ τοῦ Πνεύ­μα­τος, οὕ­τω δὲ σφα­λέν­τες ὑ­πέ­πε­σον, ἰ­δί­ῳ ἀ­να­θέ­μα­τι, δῆ­λον ἑ­αυ­τοὺς κα­τα­στή­σαν­τες, αὐ­το­κα­τα­κρί­τους· δι­ὸ αὐ­τῶν τῆς λύ­μης ἀ­σι­νῆ, τὴν Ἐκ­κλη­σί­αν φυ­λά­ξα­τε, Ἱ­ε­ράρ­χαι τί­μι­οι.
Ἕ­τε­ρα.
Ἦ­χος ὁ αὐ­τός. Ἡ ἀ­πε­γνω­σμέ­νη.
Πνεῦ­μα ἐκ­πο­ρεύ­ε­σθαι οἱ δο­κοῦν­τες, καὶ ἐκ τοῦ Υἱ­οῦ ἐ­ξέ­πε­σον Ἀ­λη­θεί­ας. Χρι­στοῦ μαρ­τυ­ρί­αν γάρ, ἀ­φρό­νως μὴ λα­βόν­τες, καὶ τῆς Πα­τέ­ρων κα­τα­γνόν­τες, δι­δα­χῆς εἰς Ἁ­γί­αν, καὶ Ὁ­μο­ού­σι­ον Τρι­ά­δα, ἀ­ναι­δῶς βλα­σφη­μοῦ­σιν. Ἀλ­λά, Δέ­σπο­τα, ὁ θέ­λων πάν­τας, σῶ­σαι καὶ τού­τους εἰς τὴν Πί­στιν ἐ­πί­στρε­ψον, ἐν με­τα­νοί­ᾳ, ὡς Εὔ­σπλαγ­χνος.
ώ­μης πρε­σβυ­τέ­ρας τοῦ Ἐ­πι­σκό­που, ἔ­τι ὁ­μο­δό­ξου τι­μῆς πρε­σβεῖ­α, ἀλλ᾿ οὐκ ἐ­ξου­σί­ας τὸ πρω­τεῖ­ον ἀ­πε­δέ­χθη, Σύ­νο­δος τά­ξιν Ἐκ­κλη­σί­ας, ἐμ­πε­δώ­σα­σα αὖ­θις, ὡς δὲ πη­γὴν ἱ­ε­ρω­σύ­νης, οὐ­δα­μῶς τοῦ­τον ἔ­γνω. Τὸν Θε­άν­θρω­πον γὰρ μό­νον Μέ­γαν, Ἀρ­χι­ε­ρέ­α καὶ με­σί­την αἰ­ώ­νι­ον, πρὸς τόν Πα­τέ­ρα κε­κτή­με­θα.
Φώ­τι­ε, Συ­νό­δου ὁ προ­ε­δρεύ­σας, σὺν λοι­ποῖς θε­ό­φρο­σιν Ἱ­ε­ράρ­χαις, τὸν νοῦν ἐλ­λαμ­πό­με­νοι αὐ­γαῖς Φω­τὸς Ἀ­κτί­στου, καὶ ἀ­πλα­νῶς θε­ο­λο­γοῦν­τες, τῶν Λα­τί­νων τὰς δό­ξας, λῆ­ρον ἐ­δεί­ξα­τε καὶ πλά­νην, ἀ­φεγ­γοῦς δι­α­νοί­ας. Ἱ­κε­τεύ­σα­τε οὖν τὸν Σω­τῆ­ρα, ἰ­δί­ᾳ γνώ­μῃ μὴ στοι­χεῖν ἡ­μᾶς πώ­πο­πε, ἀλλ᾿ ὑ­με­τέ­ροις δι­δάγ­μα­σιν.
Δό­ξα. Ἦ­χος πλ. α΄.
Πα­ρά­κλη­τε, ὁ ἐν Προ­φή­ταις καὶ Ἀ­πο­στό­λοις, καὶ Δι­δα­σκά­λοις τῆς Ἐκ­κλη­σί­ας λα­λή­σας· ὁ μεθ᾿ ἡ­μῶν εἰς τὸν αἰ­ῶ­να μέ­νων, καὶ ὁ­δη­γῶν ἡ­μᾶς εἰς πᾶ­σαν τὴν ἀ­λή­θει­αν. Σὺ καὶ τοὺς Πα­τέ­ρας, εἰς Σύ­νο­δον Οἰ­κου­με­νι­κὴν τὴν Ὀ­γδό­ην συ­νε­κά­λε­σας, καὶ τὴν ἅ­παξ τοῖς Ἁ­γί­οις πα­ρα­δο­θεῖ­σαν Πί­στιν, δι᾿ αὐ­τῶν αὖ­θις κα­τε­κύ­ρω­σας, ὡς ἐ­χθροὺς Θε­οῦ καὶ τῆς Ἀ­λη­θεί­ας κα­τα­κρί­νας, τοὺς ἑ­τέ­ρως φρο­νοῦν­τας. Αὐ­τὸς καὶ νῦν, Οὐ­ρά­νι­ε Παμ­βα­σι­λεῦ, Ὀρ­θο­δο­ξί­ᾳ ἡ­μᾶς στή­ρι­ξον, καὶ ἁ­γί­α­σον, τῇ ἀ­κτί­στῳ Σου χά­ρι­τι.
Καὶ νῦν. Δογ­μα­τι­κὸν Θε­ο­το­κί­ον.
Εἴ­σο­δος. Φῶς ἱ­λα­ρόν.
Τὸ Προ­κεί­με­νον τῆς ἡ­μέ­ρας καὶ τὰ Ἀ­να­γνώ­σμα­τα.
Δευ­τε­ρο­νο­μί­ου τὸ ἀ­νά­γνω­σμα.
(Κεφ. Α΄ 8-11,15-17).

Εἶ­πε Μω­σῆς πρὸς τοὺς υἱ­οὺς Ἰσ­ρα­ήλ·  ἴ­δε­τε, πα­ρα­δ­δω­κεν ἐ­ν­πι­ον ὑ­μῶν τὴν γῆν· εἰ­σπο­ρευ­θν­τες κλη­ρο­νο­μ­σα­τε τὴν γῆν, ἣν ὤ­μο­σα τοῖς πα­τρ­σιν ὑ­μῶν, τῷ Ἀ­βρα­ὰμ καὶ Ἰ­σα­ὰκ καὶ Ἰ­α­κὼβ δοῦ­ναι αὐ­τοῖς καὶ τῷ σπρ­μα­τι αὐ­τῶν μετ᾿ αὐ­το­ς. καὶ εἶ­πα πρὸς ὑ­μᾶς ἐν τῷ και­ρῷ ἐ­κε­­νῳ λ­γων· οὐ δυ­ν­σο­μαι μ­νος φ­ρειν ὑ­μᾶς· Κριος ὁ Θε­ὸς ὑ­μῶν ἐ­πλ­θυ­νεν ὑ­μᾶς, καὶ ἰ­δο ἐ­στε σ­με­ρον ὡ­σεὶ τὰ ἄ­στρα τοῦ οὐ­ρα­νοῦ τῷ πλ­θει· Κριος ὁ Θε­ὸς τῶν πα­τ­ρων ὑ­μῶν προ­σθε­­η ὑ­μῖν ὡς ἐ­στὲ χι­λι­ο­πλα­σ­ως καὶ εὐ­λο­γῆ­σαι ὑ­μᾶς, κα­θ­τι ἐ­λ­λη­σεν ὑ­μῖν. καὶ ἔ­λα­βον ἐξ ὑ­μῶν ἄν­δρας σο­φοὺς καὶ ἐ­πι­στ­μο­νας καὶ συ­νε­τοὺς καὶ κα­τ­στη­σα αὐ­τοὺς ἡ­γεῖ­σθαι ἐφ᾿ ὑ­μῶν χι­λι­ρ­χους καὶ ἑ­κα­τον­τρ­χους καὶ πεν­τη­κον­τρ­χους καὶ δε­κρ­χους καὶ γραμ­μα­το­ει­σα­γω­γεῖς τοῖς κρι­ταῖς ὑ­μῶν. καὶ ἐ­νε­τει­λ­μην τοῖς κρι­ταῖς ὑ­μῶν ἐν τῷ και­ρῷ ἐ­κε­­νῳ λ­γων· δι­α­κο­­ε­τε ἀ­νὰ μ­σον τῶν ἀ­δελ­φῶν ὑ­μῶν καὶ κρ­να­τε δι­κα­­ως ἀ­νὰ μ­σον ἀν­δρὸς καὶ ἀ­νὰ μ­σον ἀ­δελ­φοῦ καὶ ἀ­νὰ μ­σον προ­ση­λ­του αὐ­τοῦ. οὐκ ἐ­πι­γν­σῃ πρ­σω­πον ἐν κρ­σει, κα­τὰ τὸν μι­κρὸν καὶ κα­τὰ τὸν μ­γαν κρι­νεῖς, οὐ μὴ ὑ­πο­στε­­λῃ πρ­σω­πον ἀν­θρ­που, ὅ­τι ἡ κρ­σις τοῦ Θε­οῦ ἐ­στι· καὶ τὸ ρῆ­μα, ὃ ἐ­ὰν σκλη­ρὸν ᾖ ἀφ᾿ ὑ­μῶν, ἀ­νο­­σε­τε αὐ­τὸ ἐπ᾿ ἐ­μ, καὶ ἀ­κο­­σο­μαι αὐ­τ.

Δευ­τε­ρο­νο­μί­ου τὸ ἀ­νά­γνω­σμα.
(Κεφ. ι΄ 14-21)
Εἶ­πε Μω­σῆς πρὸς τοὺς Υἱ­οὺς Ἰσ­ρα­ήλ· ἰ­δοὺ Κυ­ρί­ου τοῦ Θε­οῦ σου ὁ οὐ­ρα­νὸς καὶ ὁ οὐ­ρα­νὸς τοῦ οὐ­ρα­νοῦ, ἡ γῆ καὶ πάν­τα ὅ­σα ἐ­στὶν ἐν αὐ­τῇ· πλὴν τοὺς πα­τέ­ρας ὑ­μῶν προ­εί­λε­το Κύ­ρι­ος ἀ­γα­πᾶν αὐ­τούς, καὶ ἐ­ξε­λέ­ξα­το τὸ σπέρ­μα αὐ­τῶν μετ᾿ αὐ­τοὺς ὑ­μᾶς πα­ρὰ πάν­τα τὰ ἔ­θνη κα­τὰ τὴν ἡ­μέ­ραν ταύ­την. καὶ πε­ρι­τε­μεῖ­σθε τὴν σκλη­ρο­καρ­δί­αν ὑ­μῶν καὶ τὸν τρά­χη­λον ὑ­μῶν οὐ σκλη­ρυ­νεῖ­τε ἔ­τι· ὁ γὰρ Κύ­ρι­ος ὁ Θε­ὸς ὑ­μῶν οὗ­τος Θε­ὸς τῶν θε­ῶν καὶ Κύ­ρι­ος τῶν κυ­ρί­ων, ὁ Θε­ὸς ὁ μέ­γας καὶ ἰ­σχυ­ρὸς καὶ φο­βε­ρός, ὅ­στις οὐ θαυ­μά­ζει πρό­σω­πον, οὐδ᾿ οὐ μὴ λά­βῃ δῶ­ρον, ποι­ῶν κρί­σιν προ­ση­λύ­τῳ καὶ ὀρ­φα­νῷ καὶ χή­ρᾳ, καὶ ἀ­γα­πᾶ τὸν προ­σή­λυ­τον δοῦ­ναι αὐ­τῷ ἄρ­τον καὶ ἱ­μά­τι­ον. καὶ ἀ­γα­πή­σε­τε τὸν προ­σή­λυ­τον· προ­σή­λυ­τοι γὰρ ἦ­τε ἐν γῇ Αἰ­γύ­πτῳ. Κύ­ρι­ον τὸν Θε­όν σου φο­βη­θή­σῃ καὶ αὐ­τῷ λα­τρεύ­σεις καὶ πρὸς αὐ­τὸν κολ­λη­θή­σῃ καὶ ἐ­πὶ τῷ ὀ­νό­μα­τι αὐ­τοῦ ὀ­μῇ· οὗ­τος καύ­χη­μά σου καὶ οὗ­τος Θε­ός σου, ὅ­στις ἐ­ποί­η­σεν ἐν σοὶ τὰ με­γά­λα καὶ τὰ ἔν­δο­ξα ταῦ­τα, ἃ εἴ­δο­σαν οἱ ὀ­φθαλ­μοί σου.
Προ­φη­τεί­ας Ἱ­ε­ρε­μί­ου τὸ ἀ­νά­γνω­σμα
(Κεφ. ι­α΄ 18-23 καὶ ιβ΄ 1-5, 14-15)
Κύ­ρι­ε, γνώ­ρι­σόν μοι, καὶ γνώ­σο­μαι· τό­τε εἶ­δον τὰ ἐ­πι­τη­δεύ­μα­τα αὐ­τῶν. ἐ­γὼ δὲ ὡς ἀρ­νί­ον ἄ­κα­κον ἀ­γό­με­νον τοῦ θύ­ε­σθαι οὐκ ἔ­γνων· ἐ­π᾿ ἐ­μὲ ἐ­λο­γί­σαν­το λο­γι­σμὸν πο­νη­ρὸν λέ­γον­τες· δεῦ­τε καὶ ἐμ­βά­λω­μεν ξύ­λον εἰς τὸν ἄρ­τον αὐ­τοῦ καὶ ἐ­κτρί­ψω­μεν αὐ­τὸν ἀ­πὸ γῆς ζών­των, καὶ τὸ ὄ­νο­μα αὐ­τοῦ οὐ μὴ μνη­σθῇ οὐ­κέ­τι. Κύ­ρι­ε κρί­νων δί­και­α, δο­κι­μά­ζων νε­φροὺς καὶ καρ­δί­ας, ἴ­δοι­μι τὴν πα­ρὰ σοῦ ἐκ­δί­κη­σιν ἐξ αὐ­τῶν, ὅ­τι πρὸς σὲ ἀ­πε­κά­λυ­ψα τὸ δι­καί­ω­μά μου. δι­ὰ τοῦ­το τά­δε λέ­γει Κύ­ρι­ος ἐ­πὶ τοὺς ἄν­δρας Ἀ­να­θὼθ τοὺς ζη­τοῦν­τας τὴν ψυ­χήν μου, τοὺς λέ­γον­τας· οὐ μὴ προ­φη­τεύ­σεις ἐ­πὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου, εἰ δὲ μή, ἀ­πο­θά­νῃ ἐν ταῖς χερ­σὶν ἡ­μῶν. ἰ­δοὺ ἐ­γὼ ἐ­πι­σκέ­ψο­μαι ἐπ᾿ αὐ­τούς· οἱ νε­α­νί­σκοι αὐ­τῶν ἐν μα­χαί­ρᾳ ἀ­πο­θα­νοῦν­ται, καὶ οἱ υἱ­οὶ αὐ­τῶν καὶ αἱ θυ­γα­τέ­ρες αὐ­τῶν τε­λευ­τή­σου­σιν ἐν λι­μῷ, καὶ ἐγ­κα­τά­λειμ­μα οὐκ ἔ­σται αὐ­τῶν, ὅ­τι ἐ­πά­ξω κα­κὰ ἐ­πὶ τοὺς κα­τοι­κοῦν­τας ἐν Ἀ­να­θώθ, ἐν ἐ­νι­αυ­τῷ ἐ­πι­σκέ­ψε­ως αὐ­τῶν. Δί­και­ος εἶ, Κύ­ρι­ε, ὅ­τι ἀ­πο­λο­γή­σο­μαι πρὸς σέ, πλὴν κρί­μα­τα λα­λή­σω πρὸς σέ· τί ὅ­τι ὁ­δὸς ἀ­σε­βῶν εὐ­ο­δοῦ­ται, εὐ­θή­νη­σαν πάν­τες οἱ ἀ­θε­τοῦν­τες ἀ­θε­τή­μα­τα; ἐ­φύ­τευ­σας αὐ­τοὺς καὶ ἐρ­ρι­ζώ­θη­σαν· ἐ­τε­κνο­ποι­ή­σαν­το καὶ ἐ­ποί­η­σαν καρ­πόν· ἐγ­γύς εἶ σὺ τοῦ στό­μα­τος αὐ­τῶν καὶ πόρ­ρῳ ἀ­πὸ τῶν νε­φρῶν αὐ­τῶν. καὶ σύ, Κύ­ρι­ε, γι­νώ­σκεις με, δε­δο­κί­μα­κας τὴν καρ­δί­αν μου ἐ­ναν­τί­ον σου· ἅ­γνι­σον αὐ­τοὺς εἰς ἡ­μέ­ραν σφα­γῆς αὐ­τῶν. ἕ­ως πό­τε πεν­θή­σει ἡ γῆ καὶ πᾶς ὁ χόρ­τος τοῦ ἀ­γροῦ ξη­ραν­θή­σε­ται ἀ­πὸ κα­κί­ας τῶν κα­τοι­κούν­των ἐν αὐ­τῇ; ἠ­φα­νί­σθη­σαν κτή­νη καὶ πε­τει­νά, ὅ­τι εἶ­παν· οὐκ ὄ­ψε­ται ὁ Θε­ὸς ὁ­δοὺς ἡ­μῶν. σοῦ οἱ πό­δες τρέ­χου­σι καὶ ἐ­κλύ­ου­σί σε· ῞Ο­τι τά­δε λέ­γει Κύ­ρι­ος πε­ρὶ πάν­των τῶν γει­τό­νων τῶν πο­νη­ρῶν τῶν ἁ­πτο­μέ­νων τῆς κλη­ρο­νο­μί­ας μου, ἧς ἐ­μέ­ρι­σα τῷ λα­ῷ μου Ἰσ­ρα­ήλ· ἰ­δοὺ ἐ­γὼ ἀ­πο­σπῶ αὐ­τοὺς ἀ­πὸ τῆς γῆς αὐ­τῶν καὶ τὸν Ἰ­ού­δαν ἐκ­βα­λῶ ἐκ μέ­σου αὐ­τῶν. καὶ ἔ­σται με­τὰ τὸ ἐκ­βα­λεῖν με αὐ­τοὺς ἐ­πι­στρέ­ψω καὶ ἐ­λε­ή­σω αὐ­τοὺς καὶ κα­τοι­κι­ῶ αὐ­τούς, ἕ­κα­στον εἰς τὴν κλη­ρο­νο­μί­αν αὐ­τοῦ καὶ ἕ­κα­στον εἰς τὴν γῆν αὐ­τοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

Ἰ­δι­ό­με­λον. Ἦ­χος δ΄.
Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ πρὸ αἰ­ώ­νων Θε­ὸς ἡ­μῶν, ὁ Εἷς τῆς Ὁ­μο­ου­σί­ου καὶ Ἀ­δι­αι­ρέ­του Τρι­ά­δος, ὁ δι᾿ ἡ­μᾶς Ἐ­ναν­θρω­πή­σας, καὶ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν. Σὺ εἶ ὁ ποι­μὴν ὁ κα­λός, ὁ τι­θεὶς τὴν ψυ­χὴν ὑ­πὲρ τῶν προ­βά­των. Ἱ­κε­τεύ­ο­μέν Σε, Πο­λυ­έ­λε­ε, πε­ρί­σω­ζε τὴν ποί­μνην Σου ἐξ αἱ­ρέ­σε­ως πά­σης, καὶ τῶν νῦν ἐ­πα­πει­λούν­των δει­νῶν. Ἐ­πα­νά­γα­γε τοὺς πε­πλα­νη­μέ­νους, ἐν με­τα­νοί­ᾳ, τοῖς μὴ γι­νώ­σκου­σί Σε ἐμ­φά­νη­θι, καὶ δὸς ἡ­μῖν τὴν ἑ­νό­τη­τα τῆς Πί­στε­ως, ἵ­να γέ­νη­ται ποί­μνη μί­α, δο­ξά­ζου­σά Σε τὸν Ἕ­να Ποι­μέ­να, εἰς αἰ­ῶ­νας αἰ­ώ­νων.

Δό­ξα. Ἦ­χος πλ.α΄.
Χρι­στέ, ὁ Θε­ὸς ἡ­μῶν, ἡ Ἄμ­πε­λος τῆς ζω­ῆς, ἐν ᾗ τὴν Ἐκ­κλη­σί­αν ὁ Πα­τὴρ κα­τε­φύ­τευ­σε, καὶ τοῖς ζω­η­φό­ροις νά­μα­σι τῆς Χά­ρι­τος τοῦ Πνεύ­μα­τος, ἀρ­δεύ­ει ἀ­ε­νά­ως. Δε­ό­με­θά Σου, Δέ­σπο­τα Φι­λάν­θρω­πε, τή­ρη­σον ἡ­μᾶς ἐν Σοὶ ἐῤ­ῥι­ζω­μέ­νους, ὀρ­θο­δο­ξοῦν­τας, καὶ τὰς σω­τη­ρί­ους Σου ἐν­το­λάς ἐρ­γα­ζο­μέ­νους. Ἵ­να μὴ ὡς ἄ­καρ­πα κλή­μα­τα, ἄ­ρῃ ἡ­μᾶς Γε­ωρ­γὸς ὁ ἐ­που­ρά­νι­ος. Ἀλ­λά, κα­θαί­ρων τῇ με­τα­νοί­ᾳ, καρ­πο­φό­ρους ἀ­να­δεί­ξη, πλεί­ο­να φέ­ρον­τας καρ­πὸν ἁ­γι­ω­σύ­νης.

Καὶ νῦν. Θε­ο­το­κί­ον.
Μα­κα­ρί­ζο­μέν σε, Θε­ο­τό­κε Παρ­θέ­νε, καὶ δο­ξά­ζο­μέν σε οἱ πι­στοὶ κα­τὰ χρέ­ος, τὴν πό­λιν τὴν ἄ­σει­στον, τὸ τεῖ­χος τὸ ἄῤ­ῥη­κτον, τὴν ἀῤ­ῥα­γῆ προ­στα­σί­αν, καὶ κα­τα­φυ­γὴν τῶν ψυ­χῶν ἡ­μῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ
Στι­χη­ρὰ Ἀ­να­στά­σι­μα τῆς Ὀ­κτω­ή­χου.

Καὶ τῶν Πα­τέ­ρων, εἰ βού­λει.

Ἦ­χος α΄. Πα­νεύ­φη­μοι Μάρ­τυ­ρες
Φιλ­τά­του Κυ­ρί­ῳ Μα­θη­τοῦ, τοὺς πι­στοὺς κε­λεύ­ον­τος, αἱ­ρε­τι­κοῖς μὴ συμ­μεί­γνυ­σθαι, ἡ­μῖν πῶς ἔ­ξε­στι, τοῖς πε­πλα­νη­μέ­νοις, κοι­νω­νεῖν προ­σχή­μα­τι, ἀ­γά­πης; Ἀλλ᾿ αὐ­τοῦ ταῖς δε­ή­σε­σι, Χρι­στέ, τὸν φό­βον Σου, ταῖς ψυ­χαῖς ἡ­μῶν ἐμ­φύ­τευ­σον, μὴ ἐκ­κλί­νειν, τῶν πα­ραγ­γελ­μά­των Σου.

Στίχ: Εὐ­λο­γη­τὸς εἶ Κύ­ρι­ε ὁ Θε­ὸς τῶν Πα­τέ­ρων ἡ­μῶν.

­γδό­ης Συ­νό­δου οἱ σο­φοί, ὄν­τως θε­ο­κή­ρυ­κες, δι­αυ­γε­στά­τοις τοῖς ῥή­μα­σιν, αἱ­ρέ­σεις ἔ­δει­ξαν, τὰς Λα­τί­νων δό­ξας· δι­ὸ πλά­νην φύ­γω­μεν, τῶν νῦν ἐ­πι­σκο­τούν­των Ἀ­λή­θει­αν, και­νοῖς τε­χνή­μα­σι, καὶ Πα­τέ­ρων τὴν δι­ά­γνω­σιν, πα­ρο­ρών­των, κό­σμου δι᾿ ἀ­ρέ­σκει­αν.

Στίχ: Συ­να­γά­γε­τε αὐ­τῷ τοὺς Ὁ­σί­ους αὐ­τῷ.

­δὲμ ἀ­πε­λά­σας νο­η­τῆς, ὄ­φις ὁ ἀρ­χέ­κα­κος, κα­κο­δο­ξοῦν­τας ἐ­ξώ­ρι­σεν, εἰς γῆν ἀ­νάρ­δευ­τον, ἐκ να­μά­των θεί­ων, οὗ πολ­λῶν αἱ­ρέ­σε­ων, ζι­ζά­νι­α κα­κί­ας τε ἄ­καν­θαι, πυ­κνῶς βλα­στά­νου­σιν· Ὀρ­θο­δό­ξῳ οὖν ἐν πί­ο­νι, γε­ωρ­γί­ῳ, εὐ­πει­θῶς δου­λεύ­σω­μεν.

Δό­ξα. Ἦ­χος πλ.β΄.

Πα­τέ­ρες τρι­σμα­κά­ρι­οι, τῶν χα­ρι­σμά­των τοῦ Πνεύ­μα­τος πλή­ρεις ὑ­πάρ­χον­τες, ποι­μέ­νες ἀ­νε­δεί­χθη­τε τῆς Ἐκ­κλη­σί­ας χρι­στο­μί­μη­τοι, καὶ ἐ­γρή­γο­ροι τῶν θεί­ων Δογ­μά­των φύ­λα­κες. Ὑ­μεῖς, πα­νέν­δο­ξοι, ἐκ πε­ρά­των τῆς Οἰ­κου­μέ­νης συ­νελ­θόν­τες, εἰς Σύ­νο­δον Ὀ­γδό­ην τὴν Ἁ­γί­αν, ἐ­που­ρα­νί­ου Βα­σι­λέ­ως κε­λεύ­σμα­τι, καὶ τοῦ ἐ­πὶ γῆς πα­ρου­σί­ᾳ, τὴν ἐν τῷ θε­ο­γρά­φῳ Συμ­βό­λῳ, Ὀρ­θό­δο­ξον Ὁ­μο­λο­γί­αν ἐ­κυ­ρώ­σα­τε, θε­μέ­λι­ον δει­κνύν­τες αὐ­τὴν τῆς σω­τη­ρί­ας. Αἱ­ρέ­σε­ως δὲ κα­θυ­πο­βα­λόν­τες ἀ­να­θέ­μα­τι, τοὺς τολ­μῶν­τας ἐπ᾿ αὐ­τῆς τρο­πὴν ἢ ἀλ­λοί­ω­σιν, και­νῷ, ἀ­νε­πι­βά­τῳ πο­λε­μί­οις, ἠ­σφα­λί­σα­σθε ὀ­χυ­ρώ­μα­τι. Ἱ­κε­τεύ­σα­τε ὑ­πὲρ ἡ­μῶν, Φω­στῆ­ρες τῆς Ἐκ­κλη­σί­ας παμ­φα­φεῖς, με­τὰ δέ­ους τη­ρεῖν τὴν ἁ­γί­αν Πα­ρά­δο­σιν, καὶ μή, ὕ­πνῳ ῥα­θυ­μί­ας, δο­λί­οις ἐ­χθροῖς ἐ­ά­σω­μεν ἁ­λῶ­ναι, κλῆ­ρον ὑ­μῶν τὸν τι­μαλ­φέ­στα­τον.

Καὶ νῦν. Θε­ο­το­κί­ον.
Θε­ο­τό­κε, σὺ εἶ ἡ ἄμ­πε­λος ἡ ἀλη­θι­νή, ἡ βλα­στή­σα­σα τὸν καρ­πὸν τῆς ζω­ῆς· σὲ ἱ­κε­τεύ­ο­μεν· πρέ­σβευ­ε Δέ­σποι­να, με­τὰ τῶν Δι­δα­σκά­λων, καὶ πάν­των τῶν Ἁ­γί­ων, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Νῦν ἀ­πο­λύ­εις. Τρι­σά­γι­ον.

Ἀ­πο­λυ­τί­κι­α. Τὸ Ἀ­να­στά­σι­μον.

Εἶ­τα. Ἀ­πο­λυ­τί­κι­ον τῶν Ἁ­γί­ων Πα­τέ­ρων.

Ἦ­χος πλ. α΄. Τὸν Συ­νά­ναρ­χον Λό­γον.

Τῆς Ὀ­γδό­ης Συ­νό­δου σε­πτοὺς τι­μή­σω­μεν, καὶ θε­ο­φό­ρους Πα­τέ­ρας χα­ρι­στη­ρί­οις ᾠ­δαῖς, τοὺς προ­μά­χους Ἀ­λη­θεί­ας καὶ ἐκ­φάν­το­ρας. Ὅ­τι ἐ­φύ­λα­ξαν κα­λῶς καὶ πα­ρέ­δω­καν ἡ­μῖν ἀ­μώ­μη­τον τὴν ἁ­γί­αν, καὶ θε­ο­κή­ρυ­κτον Πί­στιν, τὸ τῆς θεώσεως θε­μέ­λι­ον.

Ἕ­τε­ρον

Ἦ­χος α΄. Τοῦ λί­θου σφρα­γι­σθέν­τος.

Συ­νό­δου τῆς Ὀ­γδό­ης θε­ό­κλη­τοι Πα­τέ­ρες, πλά­νην κα­θε­λόν­τες καὶ στύ­λοι φα­νέν­τες Ἀ­λη­θεί­ας, τῆς Πί­στε­ως μέ­γαν θη­σαυ­ρόν, ἀ­κέ­ραι­ον πα­ρέ­δω­καν ἡ­μῖν· δι­ὰ τοῦ­το ἀ­νυ­μνοῦν­τες χρε­ω­στι­κῶς, τὸν Κύ­ρι­ον εὐ­λο­γοῦ­μεν· Δό­ξα τῷ συγ­κα­λέ­σαν­τι ὑ­μᾶς· Δό­ξα τῷ ἐ­νι­σχύ­σαν­τι· δό­ξα τῷ κα­τα­γλα­ΐ­σαν­τι νοῦν ὑ­μῶν ἔν­θε­ον.

Καὶ νῦν. Θε­ο­το­κί­ον τοῦ Ἤ­χου.

ΕΝ Τῼ ΟΡΘΡῼ

Με­τὰ τὸν Ἑ­ξά­ψαλ­μον τὰ Ἀ­πο­λυ­τί­κι­α, ὡς ἐν τῷ Ἑ­σπε­ρι­νῷ.

Κα­θί­σμα­τα

Με­τὰ τὴν α΄ Στι­χο­λο­γί­αν.

Ἀ­να­στά­σι­μον.

Δό­ξα. Τῶν Πα­τέ­ρων

Ἦ­χος α΄. Τὸν Τά­φον Σου, Σω­τήρ.

Πα­τέ­ρας εὐ­κλε­εῖς, τῆς Ὀ­γδό­ης Συ­νό­δου, τι­μῶν­τες εὐ­λα­βῶς, χα­ρι­στή­ρι­ον αἶ­νον, Τρι­ά­δι προ­σε­νέγ­κω­μεν· δι᾿ αὐ­τῶν γὰρ ὀ­χύ­ρω­μα, πε­ρι­έ­θη­κε, τῇ ἀ­κραιφ­νεῖ Πί­στει νέ­ον, ἀ­δι­ά­σει­στον, εἰς τοὺς αἰ­ῶ­νας καὶ πᾶ­σιν, ἐ­χθροῖς ἀ­προ­σπέ­λα­στον.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Μη­τέ­ρα σε Θε­οῦ, ἐ­πι­στά­με­θα πάν­τες, Παρ­θέ­νον ἀ­λη­θῶς, καὶ με­τὰ τό­κον φα­νεῖ­σαν, οἱ πό­θῳ κα­τα­φεύ­γον­τες, πρὸς τὴν σὴν ἀ­γα­θό­τη­τα· σὲ γὰρ ἔ­χο­μεν, ἁ­μαρ­τω­λοὶ προ­στα­σί­αν· σὲ κε­κτή­με­θα, ἐν πει­ρα­σμοῖς σω­τη­ρί­αν, τὴν μό­νην πα­νά­μω­μον.

Με­τὰ τὴν β΄ Στι­χο­λο­γί­αν.

Ἀ­να­στά­σι­μον.

Δό­ξα. Τῶν Πα­τέ­ρων

Ἦ­χος δ΄.Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ

ρ­θο­δο­ξί­ας σε­λα­σφό­ροι ἀ­στέ­ρες, ἐν οἷς ἐμ­πρέ­πει τῆς Ἑ­ῴ­ας φω­σφό­ρος, καὶ θε­ω­ρὸς Ἀ­κτί­στου τῆς Τρι­ά­δος Φω­τός, Φώ­τι­ος ὁ Ἰ­σα­πό­στο­λος, ἐ­πί σκό­τους κα­τή­γα­γον, θρί­αμ­βον ὑ­πέρ­λαμ­προν, Συ­νό­δῳ ἐν Ὀ­γδό­ῃ. Τῆς Ἀ­λη­θεί­ας ὅ­θεν τῷ φω­τί, τού­των πρε­σβεί­αις ἀ­εὶ πο­ρευ­ώ­με­θα.

Καὶ νῦν. Θε­ο­το­κί­ον.
Οὐ σι­ω­πή­σο­μέν πο­τε Θε­ο­τό­κε, τὰς δυ­να­στεί­ας σου λα­λεῖν οἱ ἀ­νά­ξι­οι· εἰ μὴ γὰρ σὺ προ­ΐ­στα­σο πρε­σβεύ­ου­σα, τίς ἡ­μᾶς ἐῤ­ῥύ­σα­το, ἐκ το­σού­των κιν­δύ­νων, τὶς δὲ δι­ε­φύ­λα­ξεν, ἕ­ως νῦν ἐ­λευ­θέ­ρους; Οὐκ ἀ­πο­στῶ­μεν Δέ­σποι­να ἐκ σοῦ· σοὺς γὰρ δού­λους σώ­ζεις ἀ­εί, ἐκ παν­τοί­ων δει­νῶν.

Με­τὰ τὴν γ΄ Στι­χο­λο­γί­αν.

Τῶν Πα­τέ­ρων

Ἦ­χος δ΄. Κα­τε­πλά­γη Ἰ­ω­σήφ.
ν καρ­δί­ᾳ κα­θα­ρᾷ, καὶ πό­θῳ ζέ­ον­τι ψυ­χῆς, θε­ο­λή­πτῳ τε νοΐ, Ἱ­ε­ρο­φάν­το­ρες κλει­νοί, οἱ τῆς Ὁ­γδό­ης Πα­ρά­δο­σιν Ἐκ­κλη­σί­ας, σέ­βον­τες κα­λῶς προ­τι­θέ­α­σι, θε­μέ­λι­ον αὐ­τὴν ἁ­γι­ό­τη­τος, ὑ­πο­δει­κνύν­τες ἄ­ρι­στόν τε μέ­τρον, ὑ­μῖν τε­λεί­αν πα­ρέ­δω­καν· δι­ὸ ἐμ­φρό­νως ἐν­στερ­νι­σθῶ­μεν, πα­ρα­θή­κην ἁ­γί­αν.
Καὶ νῦν. Θε­ο­το­κί­ον.
Κα­τε­πλά­γη Ἰ­ω­σήφ, τὸ ὑ­πὲρ φύ­σιν θε­ω­ρῶν, καὶ ἐ­λάμ­βα­νεν εἰς νοῦν, τὸν ἐ­πὶ πό­κον ὑ­ε­τόν, ἐν τῇ ἀ­σπό­ρῳ συλ­λή­ψει σου Θε­ο­τό­κε, βά­τον ἐν πυ­ρὶ ἀ­κα­τά­φλε­κτον, ῥά­βδον Ἀ­α­ρὼν τὴν βλα­στή­σα­σαν·
καὶ μαρ­τυ­ρῶν ὁ Μνή­στωρ σου καὶ φύ­λαξ, τοῖς Ἱ­ε­ρεῦ­σιν ἐ­κραύ­γα­ζε· Παρ­θέ­νος τί­κτει, καὶ με­τὰ Τό­κον, πά­λιν μέ­νει Παρ­θέ­νος.
Εἶ­τα, ὁ Ἄ­μω­μος· τὰ Εὐ­λο­γη­τά­ρι­α.

Ἡ Ὑ­πα­κο­ή.

Οἱ Ἀ­να­βαθ­μοὶ τοῦ Ἤ­χου.
Εὐ­αγ­γέ­λι­ον Ἑ­ω­θι­νόν. Τό, Ἀ­νά­στα­σιν Χρι­στοῦ.
Ὁ Ν΄ Ψαλ­μός καὶ τὰ λοι­πά.
Οἱ Κα­νό­νες· ὁ Ἀ­να­στά­σι­μος με­τὰ τῶν Εἱρ­μῶν καὶ τῶν Πα­τέ­ρων.
Κα­νὼν τῶν Ἁ­γί­ων Πα­τέ­ρων, οὗ ἡ Ἀ­κρο­στι­χίς:
Ὀ­γδό­ης Συ­νό­δου σε­πτοῖς Πα­τρά­σι Χά­ρις. Θ(έ­κλης)
 Ἦ­χος πλ. β΄. 
ᾨ­δὴ α΄. Ὡς ἐν ἠ­πεί­ρῳ πε­ζεύ­σας.
Ὁ­μο­ου­σί­ου Τρι­ά­δος τοὺς ἱ­ε­ρούς, μύ­στας εὐ­φη­μή­σω­μεν, ὅ­τι Πί­στιν ἀ­λη­θῆ, εὐ­λα­βῶς φυ­λά­ξαν­τες, τε­λεί­αν καὶ ἄ­μω­μον ἡ­μῖν, πα­ρα­δε­δώ­κα­σι.
Γρα­φί­δι γέ­γρα­πται Πνεύ­μα­τος τὰ σε­πτά, Ἐκ­κλη­σί­ας Δόγ­μα­τα· δι­ὸ πλά­νην ὡς δει­νήν, κι­βδη­λί­αν ἅ­πα­σαν, Θε­ό­πται, Συ­νό­δῳ ἐν Ὀ­γδό­ῃ, κα­τε­δί­κα­σαν.
Δυ­σφή­μῳ δό­ξῃ Λα­τῖ­νοι συ­νο­δι­κῶς, τὸ φρι­κτὸν ἀ­νά­θε­μα, ξε­νω­θέν­τες τοῦ Θε­οῦ, ἑ­αυ­τοῖς ἐ­πέ­συ­ραν, καὶ μὴ συ­νι­έν­τες παν­τε­λῶς, χά­ριν ἀ­πώ­λε­σαν.
Θε­ο­το­κί­ον.
Ὁ­μο­λο­γοῦν­τας Μη­τέ­ρα σε τοῦ Θε­οῦ, ὀρ­θο­δό­ξως Ἄ­χραν­τε, ἀμ­φι­βό­λων λο­γι­σμῶν, μὴ ἐ­ά­σῃς κλύ­δω­νι, ἡ­μᾶς ἐμ­πε­σεῖν πε­ρὶ τὴν Πί­στιν, ἀ­με­λή­σαν­τας.
ᾨ­δὴ γ΄. Οὐκ ἔ­στιν Ἅ­γι­ος.
Ἡ­δέ­ως κλί­ναν­τες τὸ οὖς, ὄ­φε­ως συμ­βου­λί­ᾳ, καὶ οἰ­κτρῶς ἀ­πο­στάν­τες, οἱ Λα­τῖ­νοι τοῦ Θε­οῦ, τῆς νο­η­τῆς ἐξ Ἐ­δέμ, Ἐκ­κλη­σί­ας πόρ­ρῳ ἐ­μα­κρύν­θη­σαν.
Συ­νό­δου Φώ­τι­ε σο­φέ, Πρό­ε­δρε τῆς Ὀ­γδό­ης, ἀγ­χι­νοί­ᾳ ἀν­τέ­στης, δε­σπο­τεί­ᾳ Δυ­τι­κῶν, Ἀ­να­το­λῆς συν­τη­ρῶν, Ἐκ­κλη­σί­αν πάν­τῃ αὐ­τε­ξού­σι­ον.
Στοι­χοῦν­τες Ἀ­πο­στο­λι­κῇ, Ἅ­γι­οι, Πα­ρα­δό­σει, τῆς Ὀ­γδό­ης Πα­τέ­ρες, τοὺς Λα­τί­νους εὐ­κρι­νῶς, δι­α­δο­χῆς τῆς αὐ­τῶν, ἀ­με­τό­χους ὅ­λως ἀ­πε­δεί­ξα­τε.
Θε­ο­το­κί­ον.
Ὑ­μνεῖν σε Πά­να­γνε ἡ­μᾶς, πρέ­σβευ­ε καὶ λα­τρεύ­ειν, τῇ Ἁ­γί­ᾳ Τρι­ά­δι, ἐν καρ­δί­ᾳ κα­θα­ρᾷ, ὡς ἄν κρα­τῶ­μεν στεῤ­ῥῶς, μαρ­τυ­ρί­ας Ὀρ­θο­δό­ξου Πί­στε­ως.
Κά­θι­σμα τῶν Πα­τέ­ρων.
Ἦ­χος β΄. Πρε­σβεί­α θερ­μή
Πα­τέ­ρων χο­ρὸν Ὀ­γδό­ης τὸν πα­νά­ρι­στον, ὑ­μνοῦν­τες πι­στῶς, ταῖς τού­των πα­ρα­δό­σε­σι, ἀ­τε­νῶς ἑ­πώ­με­θα, καὶ Ἀ­μώ­μῳ Πί­στει ἐμ­­μέ­νω­μεν, ὅ­τι ἡ μό­νη πέ­φυ­κεν ὁ­δός, πρὸς τέ­λος εὐ­κταῖ­ον τῆς θε­ώ­σε­ως.
Καὶ νῦν. Θε­ο­το­κί­ον.
Πρε­σβεί­α θερ­μὴ καὶ τεῖ­χος ἀ­προ­σμά­χη­τον, ἐ­λέ­ους πη­γή, τοῦ κό­σμου κα­τα­φύ­γι­ον, ἐ­κτε­νῶς βο­ῶ­μέν Σοι· Θε­ο­τό­κε Δέ­σποι­να, πρό­φθα­σον, καὶ ἐκ κιν­δύ­νων λύ­τρω­σαι ἡ­μᾶς, ἡ μό­νη τα­χέ­ως προ­στα­τεύ­ου­σα.
ᾨ­δὴ δ΄. Χρι­στός μου δύ­να­μις
Νο­ῒ θε­ό­φρο­νι, Πα­τέ­ρες αἵ­ρε­σιν, τὸ Υἱ­ό­θεν τε Πνεῦ­μα ἐκ­πο­ρευ­τόν, εἶ­ναι ἀ­πε­φή­ναν­το. Τὶς οὖν ἂν δύ­ναι­το εἰ­πεῖν, τἀ­ναν­τί­α θρα­συ­νό­με­νος.
Ὀ­θνεί­ῳ δόγ­μα­τι, σε­πτὸν Μυ­στή­ρι­ον, βλα­σφη­μεῖ­ται Τρι­ά­δος Μο­­ναρ­χι­κῆς, Μό­νη ἀ­ναι­ρεῖ­ται γάρ, Πη­γὴ Θε­ό­τη­τος Πα­τήρ, δι­αρ­χί­α δὲ εἰ­σά­γε­ται.
Δαι­μό­νων εὕ­ρη­μα, Λα­τί­νων πρό­σθε­μα, ἐν Συμ­βό­λῳ Προ­σώ­πων γὰρ ἀλ­λοι­οῖ, ἴ­δι­α γνω­ρί­σμα­τα, Μο­ναρ­χι­κῆς καὶ Τρι­φεγ­γοῦς, Ἀ­συγ­χύ­του τε Θε­ό­τη­τος.
Θε­ο­το­κί­ον.
Λό­γος φύ­ρα­μα, ἐκ Σοῦ ἀν­θρώ­πι­νον, εὐ­δο­κί­ᾳ προ­σεί­λη­φε τοῦ Πα­τρός, Ἄ­χραν­τε Θε­ό­νυμ­φε, καὶ ἐ­πε­λεύ­σει ἐ­πὶ Σέ, Συ­να­νάρ­χου Θεί­ου Πνεύ­μα­τος.
ᾨ­δὴ ε΄. Τῷ θεί­ῳ φέγ­γει σου.
Ὑ­βρί­ζει Δύ­σις τὸ Συμ­φυ­ές, Πνεῦ­μα τῷ Πα­τρί καὶ τῷ Υἱ­ῷ, πί­στει ψευ­δεῖ· εἰς ἐ­νέρ­γει­αν, Μί­αν τῶν Τρι­ῶν γὰρ μει­οῖ, Μο­νάρ­χου Θε­οῦ, Ὑ­πό­στα­σιν τε­λεί­αν καὶ Ὁ­μο­ού­σι­ον.
Σα­τὰν ἐκ­πέ­πτω­κεν Οὐ­ρα­νοῦ, θεῖ­ναι ὑ­πε­ρά­νω νε­φε­λῶν, θρό­νον πο­τὲ ὀ­ρε­ξά­με­νος. Πό­λου δ᾿ Ἐκ­κλη­σί­ας πο­θῶν, Λα­τί­νων ποι­μήν, ὑ­πέρ­θρο­νον γε­νέ­σθαι αὐ­τῆς ἐ­ξώ­ρι­σται.
Εἰ­σά­γει νέ­αν ὡς ἀ­λη­θῶς, αἵ­ρε­σιν νο­μέ­α ἑ­αυ­τόν, Αἱ­ρε­σι­άρ­χης οἰ­ό­με­νος, τῆς ἱ­ε­ρα­τεί­ας γὰρ δή, Χρι­στὸς Ἰ­η­σοῦς, δο­τὴρ ὁ μό­νος πέ­φυ­κε τοῦ χα­ρί­σμα­τος.
Θε­ο­το­κί­ον.
Πα­θῶν ἀ­πάλ­λα­ξον μι­α­ρῶν, Ἄ­σπι­λε οἰ­ή­σε­ως ἡ­μᾶς, ᾍ­δου ῥι­πτόν­των εἰς βά­ρα­θρον, χά­ριν τα­πει­νώ­σε­ως δέ, πρε­σβεί­αις σου δός, ὑ­ψού­σης εἰς θε­ώ­σε­ως τε­λει­ό­τη­τα.
ᾨ­δὴ στ΄. Τοῦ βί­ου τὴν θά­λασ­σαν
Τὴν μό­νην Ἀ­λή­θει­αν, Δυ­τι­κῶν συ­να­γω­γή, κα­τα­λι­ποῦ­σα ὤ­λι­σθεν, ποι­κι­λό­φρο­νος ψεύ­δους πε­ρι­πλο­κῇ, κρη­μνῷ τῷ κα­τά­γον­τι, εἰς ἀ­πώ­λει­αν, πλή­θει τῶν αἱ­ρέ­σε­ων.
Οἰ­ό­με­νοι σφάλ­λον­ται, τῆς Θε­ό­τη­τος κτι­στάς, τὰς ἐ­νερ­γεί­ας οὕ­τω γάρ, τῆς θε­ώ­σε­ως ἄ­βα­τος ἡ ὁ­δός, ἀν­θρώ­ποις κα­θί­στα­ται, καὶ Θε­ὸς ὅ­λως κτί­σμα­σιν ἀ­πρό­σι­τος.
­ῷ τῆς αἱ­ρέ­σε­ως, καὶ κα­τά­δυ­σιν τριτ­τήν, τοῦ Βα­πτι­σμοῦ κα­τήρ­γη­σαν, Ἐκ­κλη­σί­ας Πα­ρά­δο­σιν ἐκ­πο­δών, σα­φῶς ποι­η­σά­με­νοι, καὶ τε­λοῦν­τες αὐ­τὸν δι­ὰ ῥαν­τί­σμα­τος.
Θε­ο­το­κί­ον.
Συ­νέ­λα­βες Ἄ­χραν­τε, ἐν γα­στρί σου τὸν Χρι­στόν, ὑ­περ­φυ­ῶς τοῖς νό­μοις δέ, συ­νε­λή­φθης τῆς φύ­σε­ως συ­νῳ­δά· δι­ὸ πλά­νην λέ­γο­μεν, τῆς ἀ­σπί­λου σου δό­ξα­σμα συλ­λή­ψε­ως.
Κον­τά­κι­ον. Ἦ­χος δ΄. Ἐ­πε­φά­νης σή­με­ρον.
ρ­θο­δό­ξου Πί­στε­ως, ὑ­περ­μα­χοῦν­τες, εἰς Ὀ­γδό­ην Σύ­νο­δον, πά­σης συ­νή­χθη­σαν ἐκ γῆς, πα­ρα­κε­λεύ­σει τοῦ Πνεύ­μα­τος, τῆς Ἀ­λη­θεί­ας οἱ θεῖ­οι ἐκ­φάν­το­ρες.
Ὁ οἶ­κος. Τῇ Γα­λι­λαί­ᾳ τῶν Ἐ­θνῶν.
ς Ἐκ­κλη­σί­ας φρυ­κτω­ροί, καὶ τῷ τοῦ Χρι­στοῦ πό­θῳ, σφο­δρῶς πυρ­πο­λού­με­νοι ἑ­αυ­τῶν τὰς καρ­δί­ας, Πί­στε­ως ἔ­δει­ξαν ὀρ­θῆς τὴν ὁ­μο­λο­γί­αν, μό­νην κρη­πῖ­δα ἀ­σφα­λῆ τῆς πο­θει­νῆς θε­ώ­σε­ως, πλά­νην δὲ καὶ πα­νώ­λε­θρον αἵ­ρε­σιν, πᾶ­σαν ἐ­πὶ Συμ­βό­λου τῶν Συ­νό­δων προ­σθή­κην, ἀ­φαί­ρε­σιν ἤ τρο­πήν, ὡ­σαύ­τως. Δι­ὸ τὰς Λα­τί­νων σα­θρὰς δό­ξας, βλά­σφη­μα δι­δάγ­μα­τα, ἀ­πό­βλη­τα καὶ ξέ­να τῆς Ὀρ­θο­δο­ξί­ας, ἐ­ξή­λεγ­ξαν προ­ση­κόν­τως, τῆς Ἀ­λη­θεί­ας οἱ θεῖ­οι ἐκ­φάν­το­ρες.
Τὸ Συ­να­ξά­ρι­ον.
Τῇ αὐ­τῇ ἡ­μέ­ρᾳ μνή­μην ἐ­πι­τε­λοῦ­μεν τῶν τρι­α­κο­σί­ων ὀ­γδο­ή­κον­τα καὶ τρι­ῶν Θε­ο­φό­ρων Πα­τέ­ρων, τῶν ἐν Κων­σταν­τι­νου­πό­λει συγ­κρο­τη­σάν­των τὴν Ἁ­γί­αν Ὀ­γδό­ην Οἰ­κου­με­νι­κὴν Σύ­νο­δον, ἐ­πὶ Αὐ­το­κρά­το­ρος Βα­σι­λεί­ου Α΄ τοῦ Μα­κε­δό­νος, Πα­τρι­αρ­χοῦν­τος δὲ τοῦ Ἀρ­χι­ε­πι­σκό­που Κων­σταν­τι­νου­πό­λε­ως-Νέ­ας Ῥώ­μης Φω­τί­ου τοῦ Με­γά­λου, κα­τὰ τὰ ἔ­τη ὀ­κτα­κο­σι­ο­στὸν ἑ­βδο­μη­κο­στὸν ἔ­να­τον καὶ ὀ­κτα­κο­σι­ο­στὸν ὀ­γδο­η­κο­στόν (1879-1880).
Στί­χοι
Πλά­νην ἔ­δει­ξαν ἐκ­πό­ρευ­σιν Πα­τέ­ρες
Υἱ­ό­θεν τε τοῦ Πνεύ­μα­τος ἐν Συ­νό­δῳ.
Τι­μῆς πρε­σβεῖ­α Ἐκ­κλη­σί­α ἡ Μί­α,
ἀλλ᾿ οὐ πρω­τεῖ­ον τῷ Ῥώ­μης ἐ­δε­δώ­κει.
Σύ­νο­δος αὕ­τη συ­νε­κλή­θη ἐν Κων­σταν­τι­νου­πό­λει, ἐν τῷ παν­σέ­πτῳ Να­ῷ τῆς τοῦ Θε­οῦ Σο­φί­ας, κα­τὰ τὰ ἔ­τη 879-890 μ.Χ. ὑ­πό τοῦ αὐ­το­κρά­το­ρος τῶν Ῥω­μαί­ων Βα­σι­λεί­ου Α΄ τοῦ Μα­κε­δό­νος, τῇ συμ­με­το­χῇ τῶν πέν­τε Πρε­σβυ­γε­νῶν Πα­τρι­αρ­χεί­ων. Προ­ε­ξάρ­χων τῶν συ­νελ­θόν­των Ἁ­γί­ων Πα­τέ­ρων ἦ­ν ὁ Πα­τρι­άρ­χης Κων­σταν­τι­νου­πό­λε­ως-Νέ­ας Ῥώ­μης Φώ­τι­ος ὁ Μέ­γας, συμ­με­τεῖ­χον δὲ καὶ ἐκ­πρό­σω­ποι τοῦ Πά­πα τῆς Ῥώ­μης Ἰ­ω­άν­νου τοῦ Η΄ (Ὀρ­θο­δό­ξου ἔ­τι ὄν­τος) Πέ­τρος ὁ Πρε­σβύ­τε­ρος, Παῦ­λος καί Εὐ­γέ­νι­ος, ὁ ἐκ­πρό­σω­πος τοῦ Πα­τρι­άρ­χου Ἱ­ε­ρο­σο­λύ­μων Θε­ο­δο­σί­ου, Ἠ­λί­ας ὁ Πρε­σβύ­τε­ρος, ὁ ἐκ­πρό­σω­πος τοῦ Πα­τρι­άρ­χου Ἀ­λε­ξαν­δρεί­ας Μι­χα­ήλ, Κο­σμᾶς ὁ Πρε­σβύ­τε­ρος, καὶ ὁ ἐκ­πρό­σω­πος τοῦ Πα­τρι­άρ­χου Ἀν­τι­ο­χεί­ας Θε­ο­δο­σί­ου, Βα­σί­λει­ος Ἐ­πί­σκο­πος Μαρ­τυ­ρου­πό­λε­ως.
Ἐν τῇ Οἰ­κου­με­νι­κῇ ταύ­τῃ Ὀ­γδό­ῃ Συ­νό­δῳ, Ἁ­γί­ῳ Πνεύ­μα­τι ὑ­πη­χού­με­νοι οἱ Ἅ­γι­οι Πα­τέ­ρες, καὶ ἑ­πό­με­νοι τοῖς πρὸ αὐ­τῶν σο­φοῖς Δι­δα­σκά­λοις καὶ Ἁ­γί­οις τῆς Ἐκ­κλη­σί­ας, ἐ­πε­κύ­ρω­σαν τὰς ἀ­πο­φά­σεις τῆς 7ης Οἰ­κου­με­νι­κῆς Συ­νό­δου καὶ κα­τε­δί­κα­σαν ὡς αἵ­ρε­σιν τὴν ἀ­να­φα­νεῖ­σαν ἐν τῇ Ἐκ­κλη­σί­ᾳ τῆς Δύ­σε­ως δο­ξα­σί­αν πε­ρὶ ἐκ­πο­ρεύ­σε­ως τοῦ Πα­να­γί­ου Πνεύ­μα­τος, οὐ μό­νον ἐκ τοῦ Πα­τρός, ὥς φη­σιν ὁ Κύ­ρι­ος ἡ­μῶν Ἰ­η­σοῦς Χρι­στὸς ἐν τῷ Εὐ­αγ­γε­λί­ῳ,  θε­ο­πνεύ­στως τε ἐν προ­τέ­ραις Συ­νό­δοις ἐ­δογ­μά­τι­σαν οἱ θεῖ­οι Πα­τέ­ρες καὶ ἐ­ξέ­θε­σαν ἐν τῷ τῆς Πί­στε­ως Συμ­βό­λῳ, ἀλ­λὰ καὶ ἐκ τοῦ Υἱ­οῦ. Προ­σέ­τι δὲ κα­τέ­κρι­ναν ὡς αἱ­ρε­τι­κούς, ἐ­χθροὺς τοῦ Θε­οῦ καὶ τῆς Ἀ­λη­θεί­ας καὶ ἀ­πο­βλή­τους τῆς Ἐκ­κλη­σί­ας τοὺς ἑ­τέ­ρως φρο­νοῦν­τας πα­ρὰ τὰ θε­σπι­σθέν­τα ἐν ταῖς Ἁ­γί­αις Συ­νό­δοις καὶ τοὺς τολ­μῶν­τας προ­σθή­κην ἤ ὑ­φαί­ρε­σιν ἐν τῷ Θεί­ῳ Συμ­βό­λῳ.
Πρὸς τού­τοις, κα­τε­δί­κα­σαν οἱ Θε­ο­φό­ροι Πα­τέ­ρες καὶ τὴν ἀ­ξί­ω­σιν πρω­τεί­ου ἐ­ξου­σί­ας ἐ­πὶ τῆς Ἐκ­κλη­σί­ας ὑ­πὸ τοῦ Ἐ­πι­σκό­που Ῥώ­μης, λέ­γον­τος πη­γὴν εἶ­ναι αὐ­τὸν τῆς Ἱ­ε­ρω­σύ­νης. Ἀλ­λὰ τοῦ­το, ἰ­δί­ᾳ τῇ σθε­να­ρᾷ καὶ εὐ­φυ­ε­στά­τῃ ἡ­γε­σί­ᾳ τοῦ σο­φω­τά­του Πα­τρι­άρ­χου Φω­τί­ου, ἀ­πε­δεί­χθη αἵ­ρε­σις· δι­ὸ καὶ μό­νον τι­μῆς πρω­τεῖ­ον ἀ­νε­γνω­ρί­σθῃ αὐ­τῷ, δι­α­σω­θέν­τος οὕ­τω τοῦ αὐ­τε­ξου­σί­ου τῆς Ἀ­να­το­λι­κῆς Ἐκ­κλη­σί­ας.
Ὡ­σαύ­τως ἡ Σύ­νο­δος εἰ­ρή­νευ­σε τὴν Ἐκ­κλη­σί­αν, κα­τα­παύ­σα­σα τὰς τα­ρα­χὰς με­τα­ξὺ Ἀ­να­το­λῆς καὶ Δύ­σε­ως, ἕ­νε­κα τῆς Βουλ­γα­ρί­ας, ἑ­νώ­σα­σα ἀ­πο­σχι­σθέν­τας αὐ­τῆς Ἐ­πι­σκό­πους, λό­γῳ τῆς ἀ­πο­πομ­πῆς τοῦ πρώ­ην Κων­σταν­τι­νου­πό­λε­ως Ἰ­γνα­τί­ου καί τῆς χει­ρο­το­νί­ας τοῦ Ἁ­γί­ου Φω­τί­ου καὶ δι­α­σώ­σα­σα, οὕ­τω, τὴν Ὀρ­θο­δο­ξί­αν ἐν αὐ­τῇ. Συ­νε­ζη­τή­θη­σαν καὶ ἕ­τε­ρα τι­νὰ ζη­τή­μα­τα, ὡς αἱ δι­α­κο­νί­αι ἐν τῇ Ἐκ­κλη­σί­ᾳ, ἡ ἀ­θρό­α χει­ρο­το­νί­α καὶ τὰ το­πι­κά ἔ­θη.
Ταῖς τῶν Ἁ­γί­ων Πα­τέ­ρων πρε­σβεί­αις, Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ἑ­δραί­ους ἡ­μᾶς τή­ρη­σον ἐν τῇ Ὀρ­θο­δό­ξῳ Πί­στει καὶ σῶ­σον τὰς ψυ­χὰς ἡ­μῶν. Ἀ­μήν.
ᾨ­δὴ ζ΄. Δρο­σο­βό­λον μὲν τὴν κά­μι­νον.
Πο­λυ­ά­ριθ­μα ἀ­πέ­τε­κε, τῆς Δύ­σε­ως, ἔκ­γο­να βλα­σφη­μί­α κα­κά· τὸ ἀ­λά­θη­τον, πο­τη­ρί­ου ἄρ­νη­σιν λα­ῷ, ἀ­ζύ­μων τὴν χρῆ­σιν ἀ­τε­λῆ, Ἱ­ε­ρουρ­γί­αν σὺν λοι­παῖς, ἄ­χρι καὶ νῦν ἐ­κτρο­παῖς.
Ἀ­δι­ά­δρα­στος αἱ­ρέ­σει ἡ ἀλ­λοί­ω­σις, ἕ­πε­ται τῶν ἐν­θέ­ων ἠ­θῶν, ὅ­τι Πνεύ­μα­τος, ἁ­γι­ό­της πέ­φυ­κε καρ­πός· τῇ πλά­νῃ οὖν Δύ­σις παν­τε­λῶς, ἀ­πο­κε­χώ­ρι­σται Θε­οῦ, καὶ τὰ τοῦ κό­σμου φρο­νεῖ.
Τῇ τοῦ Πνεύ­μα­τος μα­χαί­ρᾳ οἱ ἀ­κέ­στο­ρες, Δύ­σιν ὡς ἀ­νι­ά­τως νο­σοῦν, μέ­λος ἔ­τα­μον, Ἐκ­κλη­σί­ας, πνεύ­μο­να πῶς οὖν, τολ­μή­σω­μεν λέ­γειν ὑ­γι­ᾶ, στέρ­γου­σαν φάρ­μα­κον πι­εῖν, ἐ­πι­στρο­φῆς μη­δα­μῶς.  
Θε­ο­το­κί­ον.
η­το­ρεύ­ου­σαν πα­ροῦ­σαν πλά­νην φί­μω­σον, Δέ­σποι­να ἐ­ναν­τί­α Γρα­φῶν, Ἀ­πο­στό­λων τε, καὶ Πα­τέ­ρων κρί­σει ἀ­σε­βῶς, ποι­κί­λαις ἐν λό­γων συ­στρο­φαῖς, καὶ κοι­νω­νοῦ­σαν Δυ­τι­κοῖς, ὡς ἐν Χρι­στῷ ἀ­δελ­φοῖς.
ᾨ­δὴ η΄. Ἐκ φλο­γὸς τοῖς ὁ­σί­οις.
­θροι­σθέν­τες Ποι­μέ­νες Ἅ­γι­οι Σύ­νο­δον, εἰς Ἁ­γί­αν Ὀ­γδό­ην Πί­στιν ἐ­τρά­νω­σαν, πρῶ­τος ὧν φω­τό­μορ­φος, μέ­γι­στος Φώ­τι­ος, ἤ­λεγ­ξε τὸ ψεῦ­δος, Φω­τὶ τῆς Ἀ­λη­θεί­ας.
Σὺν τῷ θεί­ῳ Φω­τί­ῳ Πά­πα ἐκ­πρό­σω­ποι, Ἰ­ω­άν­νου οἱ Παῦ­λος, Πέ­τρος, Εὐ­γέ­νι­ος, ὅ­ρους ἠ­σφα­λί­σαν­το, θεί­ους τῆς Πί­στε­ως, ἔ­λεγ­χον πρὸς δῆ­λον, τῆς πλά­νης αἰ­ω­νί­ως.
Ἱ­ε­ρὰν ἀ­παρ­τί­ζει ὅ­μι­λος ἔν­θε­ος, στρα­τι­ὰν ἐξ Ἑ­ῴ­ας πά­σης καὶ Δύ­σε­ως, Γῆς Σι­ών Αἰ­γύ­πτου τε, Λό­γου ἐκ­φάν­το­ρες, καὶ Ἀν­τι­ο­χεί­ας, χρι­στό­λε­κτοι Ποι­μέ­νες.
Θε­ο­το­κί­ον.
Χλι­α­ρὸν ἡ­μῶν πνεῦ­μα φλέ­ξον τῷ ἔ­ρω­τι, τῆς Τρι­ά­δος Παρ­θέ­νε ὅ­πως φυ­λά­ξω­μεν, ἣν πα­ρηγ­γυ­ή­κα­σι, ἄ­σπι­λον Ἅ­γι­οι, Πί­στιν τὴν τε­λεί­αν, δι᾿αἵ­μα­τος καὶ πό­νων.
ᾨ­δὴ θ΄. Θε­ὸν ἀν­θρώ­ποις.
Ἀ­γά­πης τέ­λει­ον σχόν­τες χά­ρι­σμα, ποί­μνης ποι­μέ­νες λύ­κους ὡς ἀ­γρί­ους ἐ­δί­ω­ξαν, τοὺς φρο­νοῦν­τας ἕ­τε­ρα, πα­ρὰ τὰ σε­πτά, Δόγ­μα­τα τῶν Συ­νό­δων. Μὴ οὖν πλα­νώ­με­θα, λέ­γον­τες οἰ­κεί­ω­σιν αὐ­τοῖς ἀ­γά­πης γνώ­ρι­σμα.
α­θύ­μως φέ­ρειν ἡ­μῖν οὐκ ἔ­ξε­στιν, ἅ­περ Πα­τέ­ρες θεί­ως ἐν Συ­νό­δῳ ἐ­θέ­σπι­σαν. Τῆς Ὁ­μο­ου­σί­ου γάρ, Τρι­ά­δος ἀ­εί, ἔ­σται κε­χω­ρι­σμέ­νος, πᾶς μὴ στοι­χῶν αὐ­τοῖς, καὶ τῆς Ἐκ­κλη­σί­ας ξέ­νος ὅ­λως καὶ ἀ­πό­βλη­τος.
­κμὰς οὐ­δό­λως ὑ­πάρ­χει χά­ρι­τος, οἷς ὁ τῆς πλά­νης πέ­λε­κυς τοῦ δέν­δρου ἐ­ξέ­κο­ψεν, τῆς ζω­ῆς ὡς Σύ­νο­δος, Ὀ­γδό­η σα­φῶς, ῥή­δην τε δι­αγ­γέλ­λει. Πῶς οὖν ἀ­κμά­ζον­τα, κλά­δον Ἐκ­κλη­σί­ας Δυ­τι­κοὺς ὑ­πο­λαμ­βά­νο­μεν;
Σκο­τώ­δη λύ­σα­τε πα­νουρ­γή­μα­τα, θεῖ­α ὑ­μῶν τολ­μών­των ἀ­θε­τῆ­σαι βου­λεύ­μα­τα, Φώ­τι­ε σὺν ἅ­πα­σι, Ποι­μέ­σι σο­φοῖς, καὶ κα­τε­πει­γο­μέ­νων, ἕ­νω­σιν ἄ­το­πον, δί­χα με­τα­νοί­ας ταῖς αἱ­ρέ­σε­σι ποι­ή­σα­σθαι.
Θε­ο­το­κί­ον.
Θε­ὸν τὸν Εὔ­σπλαγ­χνον Πα­να­μώ­μη­τε, Φύ­σιν ἡ­μῶν ἐκ σοῦ προ­σει­λη­φό­τα δυ­σώ­πη­σον, στε­ρε­ῶ­σαι χά­ρι­τι, ἀ­τρέ­πτως ἡ­μᾶς, Πί­στει τῇ Ὀρ­θο­δό­ξῳ, ἧς τὴν Ἀ­λή­θει­αν, πᾶ­σαν κι­βω­τὸς τῆς Ἐκ­κλη­σί­ας μό­νη κέ­κτη­ται.
Ἐ­ξα­πο­στει­λά­ρι­α.
Ἀ­να­στά­σι­μον καὶ τῶν Ἁ­γί­ων Πα­τέ­ρων.
Ἦ­χος γ΄. Ὁ οὐ­ρα­νὸν τοῖς ἄ­στροις.
ρ­θο­δο­ξί­ας στύ­λους, ἀ­νευ­φη­μοῦν­τες ἀ­κλι­νεῖς, τοὺς τῆς Ὀ­γδό­ης Πα­τέ­ρας, τού­των τοῖς ἴ­χνε­σι πι­στῶς, ἀ­κο­λου­θῶ­μεν τῇ Πί­στει, ὀρ­θο­δο­ξοῦν­τες καὶ βί­ῳ.
Θε­ο­το­κί­ον.
γλυ­κα­σμὸς τῶν Ἀγ­γέ­λων, τῶν θλι­βο­μέ­νων ἡ χα­ρά, Χρι­στι­α­νῶν ἡ προ­στά­τις, Παρ­θέ­νε Μή­τηρ Κυ­ρί­ου, ἀν­τι­λα­βοῦ μου καὶ ῥῦ­σαι, τῶν αἰ­ω­νί­ων βα­σά­νων.
Εἰς τοὺς Αἴ­νους.
Ἀ­να­στά­σι­μα. Καὶ τῶν Ἁ­γί­ων Πα­τέ­ρων.
Ἦ­χος δ΄. Ὁ ἐξ ὑ­ψί­στου.
ξ Οἰ­κου­μέ­νης πε­ρά­των συ­νελ­θόν­τες, πό­λε­ων εἰς Ἄ­νασ­σαν, Πα­τέ­ρες τί­μι­οι, τῶν Ἀ­πο­στό­λων δι­ά­δο­χοι, Σύ­νο­δον ὅ­λως, ταῖς προ­λα­βού­σαις ἑ­πτὰ ἰ­σό­κυ­ρον, νεύ­σει Θεί­ου Πνεύ­μα­τος, συ­νε­κρο­τή­σα­τε. Κἂν λη­στρι­κὴν δὲ καὶ ἄ­κυ­ρον, ἡ Δύ­σις εἶ­τα, δο­λί­ᾳ γνώ­μῃ αὐ­τὴν ἐ­κή­ρυ­ξεν, ἀλλ᾿ Ἐκ­κλη­σί­ας αὐ­τε­ξού­σι­ον, εὐ­τα­ξί­αν εἰ­ρή­νην ὁ­μό­νοι­αν, καὶ ἀ­σφά­λει­αν πᾶ­σαν, δι­ὰ ταύ­της ἀ­πειρ­γά­σα­σθε.
ξ ἀ­ρε­τῶν ἀ­κρω­ρεί­ας εἰ­σελ­θόν­τες, Φῶς εἰς τό Θα­βώ­ρει­ον ἐ­πε­στη­ρί­ξα­τε, ὡς κι­βω­τὸν ἁ­γι­ά­σμα­τος, τὴν Ἐκ­κλη­σί­αν, ὀρ­θῶν Δογ­μά­των ἐπ᾿ ὄ­ρους Ἅ­γι­οι, ἔν­θεν τῶν αἱ­ρέ­σε­ων οὐ μὴ δυ­νή­σε­ται, κα­τα­πον­τί­σαι ἡ πλήμ­μυ­ρα, οὐ­δὲ ἀ­πά­της, κό­σμου τὰ ῥεύ­μα­τα ἀλλ᾿ αἰ­ώ­νι­ον, τὸ τα­μι­εῖ­ον οὖ­σα χά­ρι­τος, Νό­μου πλά­κας ἀ­πή­ρους τε φέ­ρου­σα, ἁ­γι­ά­ζει τοὺς πί­στει, ἐν αὐ­τῇ ἑ­δραί­ως μέ­νον­τας.
Τῇ Ὀρ­θο­δό­ξῳ στοι­χοῦν­τες Πα­ρα­δό­σει, βά­σιν τῆς θε­ώ­σε­ως ταύ­την δε­δεί­χα­τε, πα­ρα­τρο­πὴν δ᾿ ἐ­ξη­λέγ­ξα­τε, πᾶ­σαν ὡς πλά­νην, ἀλ­λο­τρι­οῦ­σαν τῆς θεί­ας χά­ρι­τος. Μέ­τρον οὖν θε­ό­θε­τον ὑ­πο­ση­μή­ναν­τες, ἡ­μῖν θε­ό­πται Δι­δά­σκα­λοι, μὴ ἀ­πο­λέ­σαι, τῷ Φι­λαν­θρώ­πῳ Χρι­στῷ πρε­σβεύ­σα­τε, ἐν τῷ πα­ρόν­τι τα­ρα­χώ­δει τε, καὶ ζο­φώ­δει αἰ­ῶ­νι ἀλλ᾿ ἔ­χω­μεν, πο­λι­τεί­ας ἐν­θέ­ου, ἀ­σφα­λέ­στα­τον κρι­τή­ρι­ον.
Τοὺς ἀ­νεν­δό­τους ἀ­γῶ­νάς σου τι­μῶ­μεν, Φώ­τι­ε παμ­μέ­γι­στε καὶ σὲ γε­ραί­ρο­μεν· ἐν τῇ Ὀ­γδό­ῃ Συ­νό­δῳ γάρ, τῆς Ἀ­λη­θεί­ας, ἀ­κα­τα­γώ­νι­στος ὤ­φθης πρό­μα­χος. Χά­ρι­τι καὶ ζή­λῳ δὲ καὶ θε­ο­λό­γῳ σου, εὐ­τόλ­μῳ γλώτ­τῃ σο­φί­ᾳ τε καὶ δι­α­νοί­ας, ῥω­μα­λε­ό­τη­τι ἐ­θρι­άμ­βευ­σας, τὴν βλα­σφη­μό­γλωσ­σον ἀ­σέ­βει­αν. Δι­ωγ­μοὶ ὡς εἰ­κὸς οὖν ἐ­σφρά­γι­σαν, λοι­δο­ρί­αι καὶ ὕ­βρεις, τὴν κα­λὴν ὁ­μο­λο­γί­αν σου.
Δό­ξα. Ἦ­χος β΄.
Μνή­μην τὴν πα­νί­ε­ρον ἐ­πι­τε­λοῦν­τες, τῶν τῆς Ὀ­γδό­ης Συ­νό­δου θε­ο­τι­μή­των Πα­τέ­ρων, δο­ξά­ζο­μέν σε, Ἄ­ναρ­χε Τρι­άς, ὁ Θε­ὸς ἡ­μῶν. Σὺ γὰρ τῷ ἐγ­καυ­χω­μέ­νῳ Σοι λα­ῷ, καὶ πλου­τοῦν­τι πλοῦ­τον ἀ­σύ­λη­τον, τὴν Ὀρ­θό­δο­ξον Πί­στιν, ἐ­δω­ρή­σω τὰς Ἁ­γί­ας Συ­νό­δους, ἐν αἷς ἐμ­φαί­νεις τὴν Ἐκ­κλη­σί­αν, καὶ τὴν Ἀ­λή­θει­άν Σου φα­νε­ροῖς. Σὸν δώ­ρη­μά ἐ­στι τέ­λει­ον, καὶ αὕ­τη ἡ Ὀ­γδό­η Σύ­νο­δος, ἐν ᾗ τοὺς ἀπ᾿ ἀρ­χῆς ὅ­ρους ἐ­πε­κύ­ρω­σας, καὶ γνώ­μο­να τού­τους ἀ­κραιφ­νοῦς ὁ­μο­λο­γί­ας, αὖ­θις κα­τέ­στη­σας. Δε­ό­με­θά Σου, οὖν Θε­έ Ὑ­πε­ρού­σι­ε, φώ­τι­σον ἡ­μᾶς, στοι­χεῖν ἀ­εὶ τοῖς παρ᾿ αὐ­τῆς πρα­χθεῖ­σι, ἵ­να μὴ κε­χω­ρι­σμέ­νοι εὑ­ρε­θῶ­μεν ἀ­πὸ Σοῦ, τῆς τῶν ἁ­πάν­των Ζω­ῆς.
Καὶ νῦν.
Ὑ­πε­ρευ­λο­γη­μέ­νη ὑ­πάρ­χεις...
Δο­ξο­λο­γί­α με­γά­λη.
Σή­με­ρον σω­τη­ρί­α.


ΕΝ Τῌ ΘΕΙᾼ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυ­πι­κά, οἱ Μα­κα­ρι­σμοὶ τῆς Ὀ­κτω­ή­χου, καὶ ἐκ τοῦ Κα­νό­νος τῶν Ἁ­γί­ων Πα­τέ­ρων ἡ στ΄ ᾠ­δή.
Ἀ­πό­στο­λος· Τέ­κνον Τί­τε, πι­στὸς ὁ λό­γος...
(Ζή­τει Ὀ­κτω­βρί­ου ι­α΄).
Εὐ­αγ­γέ­λι­ον κα­τὰ Ματ­θαῖ­ον· Εἶ­πεν ὁ Κύ­ρι­ος τοῖς ἑ­αυ­τοῦ μα­θη­ταῖς· Ὑ­μεῖ ἐ­στε τὸ φῶς τοῦ κό­σμου...
(Ζή­τει Νο­εμ­βρί­ου ιβ΄).
Με­γα­λυ­νά­ρι­ον
Χαί­ρε­τε Πα­τέ­ρες πα­νευ­κλε­εῖς, Ὀ­γδό­ης Συ­νό­δου, ὅ­τι πλά­νην τὴν μι­α­ράν, Πνεύ­μα­τος ἰ­σχύ­ι, παν­σό­φως κα­θε­λόν­τες, τῆς Πί­στε­ως τοὺς ὅ­ρους κα­τη­σφα­λί­σα­σθε.
Κοι­νω­νι­κόν· Αἰ­νεῖ­τε τὸν Κύ­ρι­ον ἐκ τῶν οὐ­ρα­νῶν.
Φώ­τι­ε μέ­γι­στε, φω­τί­σαις ἐμ­μέ­νειν
ἑ­δραί­ους ἡ­μᾶς τῷ Φω­τὶ Ἀ­λη­θεί­ας.
Πα­τέ­ρων Χο­ρεί­α Συ­νό­δου Ὀ­γδό­ης

ἀ­κί­βδη­λον δὸς ἡ­μῖν Πί­στιν τη­ρῆ­σαι.







ΙΕΡΑ  ΜΗΤΡΟΠΟΛΙΣ  ΠΕΙΡΑΙΩΣ

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΑΓΙΑΣ
ΕΝΑΤΗΣ (Θ΄) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
τῆς ἐν Κωνσταντινουπόλει ἐν ἔτει ἀπὸ Χριστοῦ 1351 συγκληθείσης






ΦΕΒΡΟΥΑΡΙΟΣ 2014




ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΑΓΙΑΣ
ΕΝΑΤΗΣ (Θ΄) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
τῆς ἐν Κωνσταντινουπόλει ἐν ἔτει ἀπὸ Χριστοῦ 1351 συγκληθείσης








ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΑΓΙΑΣ ΕΝΑΤΗΣ (Θ΄) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
τῆς ἐν Κωνσταντινουπόλει ἐν ἔτει ἀπὸ Χριστοῦ 1351 συγκληθείσης
ψαλλομένη τῇ Β΄ Κυριακῇ τῶν Νηστειῶν
Πο­­η­μα Θε­ο­τ­κνης Μο­να­χῆς Ἁ­γι­ο­στε­φα­νι­τσ­σης

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Τῷ Σαβ­βά­τῳ ἑ­σπέ­ρας με­τὰ τὸν προ­οι­μι­α­κόν, στι­χο­λο­γοῦ­μεν τὸ Μα­κά­ρι­ος ἀ­νήρ. Εἰς δὲ τὸ Κύ­ρι­ε ἐ­κέ­κρα­ξα, ἱ­στῶ­μεν στί­χους ι΄ καὶ ψάλ­λο­μεν στι­χη­ρὰ Ἀ­να­στά­σι­μα δ΄, τῶν Ἁ­γί­ων Πα­τέ­ρων Στι­χη­ρὰ Προσόμοια γ΄ καὶ τοῦ Τριῳδίου γ΄.
Ἐν τῷ Ἑσπερινῷ. Στιχηρὰ τῶν Πατέρων.
Ἦχος α΄ . Τῶν Οὐρανίων Ταγμάτων.
Θε­ο­λαμ­πῆ σε ἀ­στέ­ρα, σε­πτὲ Γρη­γό­ρι­ε, Συ­νό­δῳ τῇ Ἐ­νά­τῃ, σὲ ἐ­πέ­γνω­σαν πάν­τες, οἱ ἔν­θε­οι Πα­τέ­ρες, οἱ με­τὰ σοῦ, τὸν Βαρ­λα­ὰμ ἐκ­δι­κά­σαν­τες, αἱ­ρε­τι­κῶν κα­τα­λό­γῳ, ὅ­τι κτι­στήν, θεί­αν χά­ριν δι­ε­κή­ρυτ­τε.
Στή­λη πυ­ρὸς ἀ­νε­δεί­χθης, Πα­τέ­ρων σύλ­λο­γε, ἐ­κλύ­ων φλη­να­φί­ας, Βαρ­λα­ὰμ πλα­νη­θέν­τος, καὶ λέ­γον­τος ἐγ­γί­ζειν στο­χα­στι­κῶς, τῷ Θε­ῷ τὴν δι­ά­νοι­αν, τὴν φι­λο­σό­φως ἀ­σκοῦσαν τὴν λο­γι­κήν, καὶ οὐ­χὶ δι­ὰ κα­θάρ­σε­ως.
Τὴν ἱ­ε­ρὰν ἡ­συ­χί­αν, πολ­λοῖς ἐν δά­κρυ­σι, καὶ συν­τρι­βῇ καρ­δί­ας, τὴν εὐ­χὴν ἐ­ξα­σκοῦν­τας, ἐ­κή­ρυ­ξας Γρη­γό­ρι­ε θαυ­μα­στέ, δυ­νη­σό­με­θα ἅ­παν­τες, ἐ­λε­η­θῆ­ναι καὶ θέ­αν θεί­ου φω­τός, ἀ­πο­λαῦ­σαι κα­θα­ρεύ­ον­τας.
κ τῆς εὐ­χῆς εὐ­θυ­δρό­μως, Πά­τερ προ­έ­τρε­πες, ἀ­νέλ­θω­μεν συν­τό­νως, μο­να­σταὶ καὶ μι­γά­δες, εἰς ὕ­ψος θε­ω­ρί­ας, σι­γῇ νο­ε­ρᾷ, καὶ φω­τὸς πλη­σθη­σό­με­θα, ἐκ τῶν ἀ­κτί­στων Τρι­ά­δος ἐ­νερ­γει­ῶν, τῷ ἐ­λέ­ει Πα­ρα­κλή­το­ρος.
Δεῦ­τε χρι­στώ­νυ­μοι πάν­τες, συμ­φώ­νως μέλ­ψω­μεν, θε­ο­φεγ­γεῖς Πα­τέ­ρας, τοὺς ἐν Ῥώ­μῃ τῇ Νέ­ᾳ, ἀ­θρό­ως συ­να­χθέν­τας, σὺν Βα­σι­λεῖ Ἰωάννῃ θε­ό­φρο­νι, βο­ῶν­τες χαῖ­ρε χο­ρεί­α τῶν εὐ­σε­βῶν, καὶ θε­ό­κλη­τος ὁ­μή­γυ­ρις.
Τὸν μὴ παυ­σά­με­νον χρό­νοις, πολ­λοῖς κραυ­γά­ζον­τα, ἐν ἱ­ε­ροῖς σπη­λαί­οις, φώ­τι­σόν μου τὸ σκό­τος, Γρη­γό­ρι­ον ὑ­μνή­σω­μεν τὸν σο­φόν, καὶ τοῦ Πνεύ­μα­τος σκή­νω­μα, λα­τι­νο­φρό­νων τὰς πλά­νας, ὡς τοὺς ἱ­στούς, τῆς ἀ­ρά­χνης δι­α­λύ­σαν­τα.
Δεῦ­τε Κων­στάν­τι­ον πάν­τες, ἀ­νευ­φη­μή­σω­μεν, Καλ­λί­στην, Θε­ο­δό­την, Ἐ­πί­χα­ριν Ὁ­σί­αν, σὺν θεί­ῳ Γρη­γο­ρί­ῳ μυ­στα­γω­γῷ, Θε­ο­δό­σι­ον ἔν­θε­ον, καὶ τὸν Μα­κά­ρι­ον ἅ­μα τὸν ἀ­σκη­τήν, ὧν εὐ­χαῖς δεκταῖς σω­θεί­η­μεν.
Δό­ξα. Ἦ­χος πλ. β΄.
Τοὺς πνευ­μα­το­φό­ρους σή­με­ρον Πα­τέ­ρας τι­μή­σω­μεν, τὰ νο­η­τὰ στό­μα­τα τοῦ Λό­γου, τοὺς Βα­σι­λι­καῖς προ­τρο­παῖς ἐν τῇ Νέ­ᾳ Ῥώ­μῃ, τὴν Ἐ­νά­την Σύ­νο­δον συγ­κρο­τή­σαν­τας· ἐν ᾗ πε­ρὶ τοῦ δόγ­μα­τος τῆς θε­ώ­σε­ως, ὁ Θεσ­σα­λο­νί­κης θεῖ­ος Γρη­γό­ρι­ος, τὸ πάν­σε­πτον σκεῦ­ος τοῦ Πα­ρα­κλή­του, ἡ­γεῖ­το τοῦ δι­α­λό­γου. Ὅ­στις τῇ ἐμπειρίᾳ τῆς θε­ο­πτί­ας, καὶ τῶν Γρα­φῶν καί Πα­τέ­ρων ταῖς θε­ο­πνεύ­στοις ῥή­σε­σι, Βαρ­λα­ὰμ καὶ Ἀ­κίν­δυ­νον, τὸν πο­λυ­κίν­δυ­νον, πλα­νη­θέν­τας ἐ­να­πέ­δει­ξεν. Οὗ­τοι γὰρ φά­σμα ἐ­νό­μι­ζον τὸ Φῶς τῆς θεοπτίας, καὶ κτι­στὰς τὰς ἐ­νερ­γεί­ας τῆς Θε­ό­τη­τος. Ὅ­θεν συμ­φώ­νως οἱ σύ­νε­δροι ἅ­παν­τες, τῆς Ἐκ­κλη­σί­ας τού­τους ἀ­πέ­κο­ψαν, καὶ τοὺς ὅ­μοι­α φρο­νοῦν­τας, ὡς μέ­λη μι­α­ρὰ καὶ ἀ­πό­βλη­τα. Ὧν τῆς δυσ­σε­βοῦς τῶν Λα­τί­νων πλά­νης, Κύ­ρι­ε, ῥῦ­σαι ἡ­μᾶς, καὶ φώ­τι­σον καὶ αὐ­τοὺς ἐ­πι­στρα­φῆ­ναι, τῇ Μι­ᾷ καὶ Ἁ­γί­ᾳ σου Ἐκ­κλη­σί­ᾳ.
Καὶ νῦν. Ἀναστάσιμον Θεοτοκίον τοῦ ἤχου.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Δευτερονομίου τὸ Ἀνάγνωσμα (Κεφ. ι΄, 14)
Εἶ­πε Μω­σῆς πρὸς τοὺς υἱ­οὺς Ἰσ­ρα­ήλ· ἰ­δού, Κυ­ρί­ου τοῦ Θε­οῦ σου ὁ οὐ­ρα­νός, καὶ ὁ οὐ­ρα­νὸς τοῦ οὐ­ρα­νοῦ, ἡ γῆ, καὶ πάν­τα ὅ­σα ἐ­στίν ἐν αὐ­τῇ. Πλὴν τοὺς Πα­τέ­ρας ὑ­μῶν προ­εί­λε­το Κύ­ρι­ος ἀ­γα­πᾶν αὐ­τούς· καὶ ἐ­ξε­λέ­ξα­το τὸ σπέρ­μα αὐ­τῶν με­τ’ αὐ­τούς, ὑ­μᾶς, πα­ρὰ πάν­τα τὰ ἔ­θνη, κα­τὰ τὴν ἡ­μέ­ραν ταύ­την. Καὶ πε­ρι­τε­μεῖ­σθε τὴν σκλη­ρο­καρ­δί­αν ὑ­μῶν, καὶ τὸν τρά­χη­λον ὑ­μῶν οὐ σκλη­ρυ­νεῖ­τε ἔ­τι· ὁ γὰρ Κύ­ρι­ος ὁ Θε­ὸς ἡ­μῶν, οὗ­τος Θε­ὸς τῶν θε­ῶν καὶ Κύ­ρι­ος τῶν κυ­ρί­ων, ὁ Θε­ὸς ὁ μέ­γας καὶ ἰ­σχυ­ρὸς καὶ φο­βε­ρός, ὅ­στις οὐ θαυ­μά­ζει πρό­σω­πον, οὐ­δ’ οὐ μὴ λά­βῃ δῶ­ρον. Ποι­ῶν κρί­σιν προ­ση­λύ­τῳ καὶ ὀρ­φα­νῷ καὶ χή­ρᾳ, καὶ ἀ­γα­πᾷ τὸν προ­σή­λυ­τον, δοῦ­ναι αὐ­τῷ ἄρ­τον καὶ ἱ­μά­τι­ον. Κύ­ρι­ον τὸν Θε­όν σου φο­βη­θή­σῃ καὶ αὐ­τῷ μό­νῳ λα­τρεύ­σεις καὶ πρὸς αὐ­τὸν κολ­λη­θή­σῃ καὶ ἐ­πὶ τῷ ὀ­νό­μα­τι αὐ­τοῦ ὀ­μῇ. Αὐ­τὸς καύ­χη­μά σου καὶ οὗ­τος Θε­ός σου, ὅ­στις ἐ­ποί­η­σέ σοι τὰ με­γά­λα καὶ θαυ­μα­στὰ καὶ τὰ ἔν­δο­ξα ταῦ­τα, ἃ εἶ­δον οἱ ὀ­φθαλ­μοί σου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄, 1-10)
γα­πή­σα­τε δι­και­ο­σύ­νην, οἱ κρί­νον­τες τὴν γῆν, φρο­νή­σα­τε πε­ρὶ τοῦ Κυ­ρί­ου ἐν ἀ­γα­θό­τη­τι καὶ ἐν ἁ­πλό­τη­τι καρ­δί­ας ζη­τή­σα­τε αὐ­τόν· ὅ­τι εὑ­ρί­σκε­ται τοῖς μὴ πει­ρά­ζου­σιν αὐ­τόν, ἐμ­φα­νί­ζε­ται δὲ τοῖς μὴ ἀ­πι­στοῦ­σιν αὐ­τῷ. Σκο­λι­οὶ γὰρ λο­γι­σμοὶ χω­ρί­ζου­σιν ἀ­πὸ Θε­οῦ, δο­κι­μα­ζο­μέ­νη τε ἡ δύ­να­μις ἐ­λέγ­χει ἄ­φρο­νας. Ὅ­τι εἰς κα­κό­τε­χνον ψυ­χὴν οὐκ εἰ­σε­λεύ­σε­ται σο­φί­α, οὐ­δὲ κα­τοι­κή­σει ἐν σώ­μα­τι κα­τα­χρέ­ῳ ἁ­μαρ­τί­ας· ἅ­γι­ον γὰρ πνεῦ­μα παι­δεί­ας φεύ­ξε­ται δό­λον καὶ ἐ­πα­να­στή­σε­ται ἀ­πὸ λο­γι­σμῶν ἀ­συ­νέ­των καὶ ἐ­λεγ­χθή­σε­ται ἐ­πελ­θού­σης ἀ­δι­κί­ας. Φι­λάν­θρω­πον γὰρ πνεῦ­μα σο­φί­ας καὶ οὐκ ἀ­θῳ­ώ­σει βλά­σφη­μον ἀ­πὸ χει­λέ­ων αὐ­τοῦ· ὅ­τι τῶν νε­φρῶν αὐ­τοῦ μάρ­τυς ὁ Θε­ὸς καὶ τῆς καρ­δί­ας αὐ­τοῦ ἐ­πί­σκο­πος ἀ­λη­θὴς καὶ τῆς γλώσ­σης ἀ­κου­στής· ὅ­τι πνεῦ­μα Κυ­ρί­ου πε­πλή­ρω­κε τὴν οἰ­κου­μέ­νην καὶ τὸ συ­νέ­χον τὰ πάν­τα γνῶ­σιν ἔ­χει φω­νῆς. Δι­ὰ τοῦ­το φθεγ­γό­με­νος ἄ­δι­κα οὐ­δεὶς μὴ λά­θῃ οὐ­δὲ μὴ πα­ρο­δεύ­σῃ αὐ­τὸν ἐ­λέγ­χου­σα ἡ δί­κη. Ἐν γὰρ δι­α­βου­λί­οις ἀ­σε­βοῦς ἐ­ξέ­τα­σις ἔ­σται, λό­γων δὲ αὐ­τοῦ ἀ­κο­ὴ πρὸς Κύ­ρι­ον ἥ­ξει εἰς ἔ­λεγ­χον ἀ­νο­μη­μά­των αὐ­τοῦ· ὅ­τι οὖς ζη­λώ­σε­ως ἀ­κρο­ᾶ­ται τὰ πάν­τα καὶ θροῦς γογ­γυ­σμῶν οὐκ ἀ­πο­κρύ­πτε­ται.
Σοφίας Σειράχ τὸ Ἀνάγνωσμα (Κεφ. λδ΄, 9-17)
νὴρ πε­παι­δευ­μέ­νος ἔ­γνω πολ­λὰ καὶ ὁ πο­λύ­πει­ρος ἐκ­δι­η­γή­σε­ται σύ­νε­σιν. Ὃς οὐκ ἐ­πει­ρά­θη ὀ­λί­γα οἶ­δεν, ὁ δὲ πε­πλα­νη­μέ­νος πλη­θυ­νεῖ πα­νουρ­γί­αν. Πολ­λὰ ἑ­ώ­ρα­κα ἐν τῇ ἀ­πο­πλα­νή­σει μου καὶ πλεί­ο­να τῶν λό­γων μου σύ­νε­σίς μου. Πλε­ο­νά­κις ἕ­ως θα­νά­του ἐ­κιν­δύ­νευ­σα καὶ δι­ε­σώ­θην τού­των χά­ριν. Πνεῦ­μα φο­βου­μέ­νων Κύ­ρι­ον ζή­σε­ται, ἡ γὰρ ἐλ­πὶς αὐ­τῶν ἐ­πὶ τὸν σῴ­ζον­τα αὐ­τούς. Ὁ φο­βού­με­νος Κύ­ρι­ον οὐ­δὲν εὐ­λα­βη­θή­σε­ται καὶ οὐ μὴ δει­λι­ά­σῃ, ὅ­τι αὐ­τὸς ἐλ­πὶς αὐ­τοῦ. Φο­βου­μέ­νου τὸν Κύ­ρι­ον μα­κα­ρί­α ἡ ψυ­χή· τί­νι ἐ­πέ­χει καὶ τὶς ἀν­τι­στή­ριγ­μα αὐ­τοῦ; Οἱ ὀ­φθαλ­μοὶ Κυ­ρί­ου ἐ­πὶ τοὺς ἀ­γα­πῶν­τας αὐ­τόν· ὑ­πε­ρα­σπι­σμὸς δυ­να­στεί­ας καὶ στή­ριγ­μα ἰ­σχύ­ος, σκέ­πη ἀ­πὸ καύ­σω­νος καὶ βο­ή­θει­α ἀ­πὸ πτώ­σε­ως, ἀ­νυ­ψῶν ψυ­χὴν καὶ φω­τί­ζων ὀ­φθαλ­μούς, ἴ­α­σιν δι­δούς, ζω­ὴν καὶ εὐ­λο­γί­αν.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελον τοῦ Ἁγίου Γρηγορίου.
Ἦχος β΄. [Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου].
σκη­τι­κοῖς ἀ­γω­νί­σμα­σι, κα­θα­γνί­σας τὸν νοῦν, ἐν τῷ Ἄ­θῳ Γρη­γό­ρι­ε, ἀγ­γε­λι­κῶς ἐ­πο­λι­τεύ­σω· καὶ θε­ω­ρί­αις καὶ πρά­ξε­σι, τὸν ἄ­δυ­τον γνό­φον ὑ­πελ­θών, ἀ­πο­κα­λύ­ψε­ων θεί­ων ἠ­ξί­ω­σαι, καὶ τῶν ἀ­ΰ­λων ἐλ­λάμ­ψε­ων, κρυ­φι­ο­μύ­στης ὤ­φθης, καὶ θε­α­τὴς τῶν ὑ­πὲρ λό­γον καὶ θε­ω­θεὶς ἐν με­θέ­ξει, πρὸς τὴν κτῆ­σιν ταύ­της ὁ­δη­γεῖς, τῷ σῷ ὑ­πο­δείγ­μα­τι· ἔν­θεν στῦ­λος καὶ ἑ­δραί­ω­μα, τῆς Ἐκ­κλη­σί­ας γέ­γο­νας, θε­ο­λο­γί­ας ῥεῖ­θρα ἄ­φθο­να, ἐν αὐ­τῇ πη­γά­σας· δι’ ὧν τῶν εὐ­σε­βῶν μὲν τὰς ψυ­χὰς ἀρ­δεύ­εις, τῶν ἀ­σε­βῶν δὲ κα­τα­κλύ­ζεις τὰς φρέ­νας, καὶ πάν­τας δι­ε­γεί­ρεις βο­ᾶν· Κύ­ρι­ε δό­ξα σοι.
Ἕτερον τοῦ Ἁγίου. Ἦχος α΄.
Σκίρ­τα καὶ χό­ρευ­ε εὐ­φρο­σύ­νως, ὁ Πα­λα­μικὸς ἐν Νέ­ᾳ Ῥώ­μῃ ἐ­πί­ση­μος οἶ­κος· ἐκ σοῦ γὰρ ἀ­νε­φύ­η­σαν, ὥ­σπερ ἄν­θη θε­ο­ει­δῆ, πλει­ὰς ἁ­γί­ων τῆς Ἐκ­κλη­σί­ας, ὁ­μο­τρό­πων τῇ ἀ­σκή­σει, καὶ ὁ­μο­δέ­κτων ταῖς ἐλ­λάμ­ψε­σιν. Ὁ θεῖ­ος Κων­στάν­τι­ος ὁ κλει­νός, τὸ τῆς Συγ­κλή­του ἐ­πί­λε­κτον μέ­λος, καὶ ἡ Ἁ­γί­α Καλ­λί­στη ἡ μή­τηρ, καὶ καλ­λί­νι­κος μο­νά­στρι­α, Γρη­γό­ρι­ος ὁ μέ­γας Ἱ­ε­ράρ­χης, ἡ τῆς νο­ε­ρᾶς ἐρ­γα­σί­ας κο­ρυ­φαί­α ἀ­κρό­της, ὁ ἔ­ξο­χος θε­α­τὴς τῆς ὑ­περ­φώτου ἀ­γλα­ΐ­ας τῆς θε­ό­τη­τος, καὶ οἱ ὅ­σι­οι αὐ­τά­δελ­φοι ἀ­σκη­ταὶ καὶ συ­νο­δῖ­ται, Μα­κά­ρι­ος καὶ Θε­ο­δό­σι­ος. Σὺν τού­τοις αἱ εὐ­γε­νεῖς μο­νά­ζου­σαι, Ἐ­πί­χα­ρις καὶ Θε­ο­δό­τη, αἱ πε­προι­κι­σμέ­ναι ποι­κί­λαις χά­ρι­σι. Τού­τους ἅ­παν­τας ἡ τοῦ Χριστοῦ Ἐκκλησία, πλου­τοῦ­σα ὡς Προ­στά­τας, πρὸς τὴν θέ­αν τῶν ἀ­θε­ά­των κα­θέλ­κε­ται, τῷ δὲ τὰ πάν­τα χο­ρη­γοῦν­τι, Τριαδικῷ καὶ Ἀρ­χι­φώ­τῳ Θε­ῷ, προ­σά­γει τὴν εὐ­χα­ρι­στί­αν, αἰ­του­μέ­νη ἐξ αὐ­τοῦ πται­σμά­των τὴν ἄ­φε­σιν, καὶ ἡ­συ­χί­ας τὴν ἔ­φε­σιν.
Ἦχος γ΄ . Τῶν Ἁγίων Πατέρων τῆς Θ΄ Συνόδου.
Σκιρ­τή­σα­τε σή­με­ρον, σπή­λαι­α καὶ ἄλ­ση, καὶ τῆς ἡ­συ­χί­ας οἱ ἐ­ρα­σταί, ῥό­δοις τῶν ᾀ­σμά­των κα­τα­στέ­ψω­μεν, τοὺς τῆς Ἐ­νά­της Συ­νό­δου θε­ο­φό­ρους Πα­τέ­ρας· ὧν τὸν θε­ο­ει­δῆ βί­ον ζη­λώ­σαν­τες, αὐ­ξή­σω­μεν τῆς ἐγ­κρα­τεί­ας τὴν ἔμ­πο­νον ἄ­σκη­σιν, καὶ ἐν πνεύ­μα­τι συν­τε­τριμ­μέ­νῳ τῷ Κυ­ρί­ῳ βο­ή­σω­μεν· θε­ο­γνω­σί­ᾳ στή­ρι­ξον ἡ­μᾶς, πρε­σβεί­αις τῶν Ἁ­γί­ων Πα­τέ­ρων, καὶ ποί­η­σον καὶ ἡ­μᾶς, λαμ­πά­δι­α τῆς ἀ­κτί­στου σου Χά­ρι­τος.
Δόξα. Ἦχος α΄ .
γάλ­λου ἐν Κυ­ρί­ῳ, ἡ τοῦ Χρι­στοῦ Ἐκ­κλη­σί­α, ἐ­πὶ τῇ ἱ­ε­ρᾷ μνή­μῃ, τῶν Ἁ­γί­ων Πα­τέ­ρων, τῆς σε­πτῆς καὶ ἁ­γί­ας Ἐ­νά­της Συ­νό­δου. Ἐν ταύ­τῃ γὰρ Βα­σι­λι­κῇ προ­σκλή­σει, οἱ Ὅ­σι­οι Πα­τέ­ρες συ­νη­θροί­σθη­σαν, ἐν τῇ τοῦ Κων­σταν­τί­νου Πό­λει, καὶ τοὺς ἐν πλά­νῃ δι­α­λε­γο­μέ­νους, φι­λο­σό­φους ἀ­πέῤ­ῥι­ψαν, καὶ ὡς αἱ­ρε­τι­κούς, ἀ­να­θέ­μα­τι ἔ­θε­σαν· ὡς λέ­γον­τας ἀ­πρό­σι­τον εἶ­ναι τὴν θε­ό­τη­τα, ἄ­νευ ἀ­κτί­στων ἐ­νερ­γει­ῶν, δι’ ὧν ὁ κό­σμος ἅ­πας συν­τη­ρεῖ­ται, καὶ οἱ κα­θα­ροὶ τῇ καρ­δί­ᾳ εἰς θέ­ω­σιν ἄ­γον­ται. Ἄ­νευ γὰρ τῶν ἀ­κτί­στων ἐ­νερ­γει­ῶν τῆς θε­ό­τη­τος, οὐ Μυ­στή­ρι­α τε­λοῦν­ται, οὐ­δὲ ἅ­γι­οι ἀ­να­δεί­κνυν­ται. Ὧν τῆς λα­τι­νό­φρο­νος λύ­μης, λυ­τρώ­σει­ας Χρι­στέ, τοὺς καὶ νῦν πα­ρα­μέ­νον­τας, ἐν αἱ­ρέ­σει δι­ε­γνω­σμέ­νῃ, καὶ σῶ­σον ἡ­μᾶς Ἀ­γα­θέ, τῷ ἐ­λέ­ει σου.
Καὶ νῦν. Θεοτοκίον.
μαρ­τω­λῶν τὰς δε­ή­σεις, προσ­δε­χο­μέ­νη, καὶ θλι­βο­μέ­νων στε­ναγ­μὸν μὴ πα­ρο­ρῶ­σα, πρέ­σβευ­ε τῷ ἐξ ἁ­γνῶν λα­γό­νων σου, σω­θῆ­ναι ἡ­μᾶς, Πα­να­γί­α Παρ­θέ­νε.
Εἰς τὸν στίχον
Ψάλλομεν στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου.
Δόξα. Τῶν Ἁγίων Πατέρων. Ἦχος α΄ .
Στα­λά­ξα­τε τὰ ὄ­ρη γλυ­κα­σμόν, καὶ οἱ βου­νοὶ ἀ­γαλ­λί­α­σιν, καὶ οἱ ἐν τοῖς σπη­λαί­οις δο­ξο­λο­γί­ας ἀ­να­πέμ­ψα­τε. Ἰ­δοὺ γὰρ ἔ­φθα­σεν ἡ­μέ­ρα εὐ­φρο­σύ­νης, ἐν τῇ ἁ­γί­ᾳ καὶ σε­πτῇ μνή­μῃ τῆς Ἐ­νά­της Συ­νό­δου. Ἐν ταύ­τῃ γὰρ ὁ ἱ­ε­ρὸς καὶ θεῖ­ος Γρη­γό­ρι­ος, πε­ρι­τρά­νως δι­ε­κή­ρυ­ξεν, ὅ­τι εὐ­χαῖς μὲν καὶ νη­στεί­αις, καὶ τῶν Γρα­φῶν ταῖς ἐγ­κύ­ψε­σι, τῆς θε­ο­γνω­σί­ας πεῖ­ραν ἔ­χο­μεν. Δι­ὰ δὲ τῶν ἀ­κτί­στων ἐ­νερ­γει­ῶν τῆς Θε­ό­τη­τος, οἱ ὁ­σι­α­κῶς ζῶν­τες εἰς τὰ τῆς θε­ώ­σε­ως ὕ­ψη ἀ­νέρ­χον­ται. Ὅ­θεν τῶν δοκησισόφων τὰς θέ­σεις Γρη­γο­ρᾶ, Βαρ­λα­ὰμ καὶ Ἀ­κιν­δύ­νου, τῶν λε­γόν­των κτι­στὸν τὸ φῶς τὸ Θα­βώ­ρει­ον, κτιστὰς δὲ καὶ τὰς ἐνεργείας τῆς Θεότητος, ἅ­παν­τες συ­νο­δι­κῶς οἱ σε­πτοὶ Πα­τέ­ρες κα­τε­δί­κα­σαν· ἧς δυ­σθε­ΐ­ας ῥύ­σει­ας ἡ­μᾶς, ὁ τῶν Πα­τέ­ρων Θε­ός.
Καὶ νῦν. Θεοτοκίον τοῦ Ἤχου.
Νῦν ἀ­πο­λύ­εις. Τρι­σά­γι­ον κ.λπ. Ὅ­τι σοῦ ἐ­στιν.
Ἀπολυτίκια. Τὸ Ἀναστάσιμον.
Εἶτα, Ἀπολυτίκιον τῶν Ἁγίων Πατέρων. Ἦχος πλ. δ΄ .
περ­δε­δο­ξα­σμέ­νος εἶ Χρι­στὲ ὁ Θε­ὸς ἡ­μῶν, ὁ φω­στῆ­ρας ἐ­πὶ γῆς τοὺς Πα­τέ­ρας ἡ­μῶν θε­με­λι­ώ­σας, καὶ δι’ αὐ­τῶν πρὸς τὴν ἀ­λη­θι­νὴν πί­στιν, πάν­τας ἡ­μᾶς ὁ­δη­γή­σας, πο­λυ­εύ­σπλαγ­χνε, δό­ξα σοι.
Τοῦ Ἁ­γί­ου Γρη­γο­ρί­ου Πα­λα­μᾶ. Ἦ­χος ὁ αὐ­τός.
ρθο­δο­ξί­ας ὁ φω­στήρ, Ἐκ­κλη­σί­ας τὸ στή­ριγ­μα καὶ δι­δά­σκα­λε, τῶν Μο­να­στῶν ἡ καλ­λο­νή, τῶν θε­ο­λό­γων ὑ­πέρ­μα­χος ἀ­προ­σμά­χη­τος, Γρη­γό­ρι­ε θαυ­μα­τουρ­γέ, Θεσ­σα­λο­νί­κης τὸ καύ­χη­μα, κῆ­ρυξ τῆς χά­ρι­τος, ἱ­κέ­τευ­ε δι­ὰ παν­τός, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.
Ἕτερον τοῦ Ἁγίου Γρηγορίου διὰ τὴν Ἐνάτην.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν Γρη­γό­ρι­ον πάν­τες, τὸν θε­ό­πνουν τι­μή­σω­μεν, τὸν ἐν τῇ Ἐ­νά­τῃ Συ­νό­δῳ, ἱ­ε­ρῶς ἡ­γη­σά­με­νον, ὁ­μοῦ σὺν ἐ­πι­σκό­ποις τὸν Θε­όν, εἰ­πόν­τα τῇ οὐ­σί­ᾳ ἀ­να­φῆ, ἐ­νερ­γεί­αις δὲ ἀ­κτί­στοις πάν­τας ἡ­μᾶς, φω­τί­ζον­τα τοὺς κρά­ζον­τας· δό­ξα τῷ κα­τα­λάμ­ψαν­τι ὑ­μᾶς, δό­ξα ὑ­μᾶς τῷ σο­φί­σαν­τι, δό­ξα τῷ με­γα­λύ­ναν­τι τρα­νῶς, δόγ­μα τὸ σω­τή­ρι­ον.
Καὶ νῦν. Θεοτοκίον τοῦ Ἤχου.
Τοῦ Γα­βρι­ὴλ φθεγ­ξα­μέ­νου σοι Παρ­θέ­νε τὸ Χαῖ­ρε, σὺν τῇ φω­νῇ ἐ­σαρ­κοῦ­το ὁ τῶν ὅ­λων Δε­σπό­της, ἐν σοὶ τῇ ἁ­γί­ᾳ κι­βω­τῷ, ὡς ἔ­φη ὁ δί­και­ος Δαυ­ΐδ. Ἐ­δεί­χθης Πλα­τυ­τέ­ρα τῶν οὐ­ρα­νῶν, βα­στά­σα­σα τὸν Κτί­στην σου. Δό­ξα τῷ ἐ­νοι­κή­σαν­τι ἐν σοί· δό­ξα τῷ προ­ελ­θόν­τι ἐκ  σοῦ· δό­ξα τῷ ἐ­λευ­θε­ρώ­σαν­τι ἡ­μᾶς, δι­ὰ τοῦ τό­κου σου.
Ἀπόλυσις.


ΕΝ Τῼ ΟΡΘΡῼ
Ἡ συ­νή­θης Στι­χο­λο­γί­α, ἀν­τὶ δὲ τοῦ Ἀ­μώ­μου, λέ­γο­μεν τὸν Πο­λυ­έ­λε­ον. Κα­θί­σμα­τα Ἀ­να­στά­σι­μα καὶ τὰ τῶν Πα­τέ­ρων.
Με­τὰ τὴν α΄ Στι­χο­λο­γί­αν. Κα­θί­σμα­τα.
Ἦ­χος α΄. Τὸν τά­φον σου, Σω­τήρ.
Προ­έ­στης εὐ­σθε­νῶς, τῆς Ἐ­νά­της Συ­νό­δου, Γρη­γό­ρι­ε κλει­νέ, Κων­σταν­τί­νου τῇ Πό­λει, καὶ πλά­νας κα­τήρ­γη­σας, σὺν Πα­τρά­σι θε­ό­φρο­σι, Βαρ­λα­ὰμ ὁ­μοῦ, καὶ τῶν αὐ­τῷ ὁ­μο­φρό­νων, τῇ σο­φί­ᾳ σου, καὶ τῇ ἐν­θέ­ῳ σου πεί­ρᾳ, ὡς ὅ­πλοις χρη­σά­με­νος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Παν­τά­νασ­σα Ἁ­γνή, Θε­ο­τό­κε Παρ­θέ­νε, τοῦ Ὄ­ρους ἡ σε­πτή, ἔ­φο­ρός τε καὶ μή­τηρ, Γρη­γό­ρι­ον τὸν νή­φον­τα, ἐ­ξαι­ρέ­τως ηὐ­λό­γη­σας, καὶ κα­τέ­στη­σας, θε­ο­λο­γοῦν­τα θε­ό­πτην, ἵ­να πά­νο­πλος, ἐν τῇ Ἐ­νά­τῃ Συ­νό­δῳ, κη­ρύ­ξῃ τὰ πρέ­πον­τα.
Μετὰ τὴν β΄ Στιχολογίαν.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεί­ῳ Πνεύ­μα­τι κα­ταλ­λαμ­φθέν­τες, οἱ θε­ό­λη­πτοι σε­πτοὶ Πα­τέ­ρες, ἐν τῇ Ἐ­νά­τῃ Συ­νό­δῳ ᾐ­σχύ­να­τε, τοὺς τὸ Θαβώρειον Φῶς δι­α­βάλ­λον­τας, καὶ ἐργασίαν εὐχῆς πλάνην λέγοντας· ὅθεν ἅγιοι, τὰ δόγματα διασώσαντες, ἡ­μῖν φω­τα­γωγοί, τῇ πίστει πέ­λε­τε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Θε­ο­τό­κον σε ὁ­μο­λο­γοῦν­τες, οἱ θει­ό­τα­τοι σε­πτοὶ Πα­τέ­ρες, τῇ σῇ πρε­σβεί­ᾳ σφο­δρῶς ἐ­τρο­πώ­σαν­το, τοὺς ἀ­σε­βῶς κτι­στὴν χά­ριν πρε­σβεύ­ον­τας, καὶ Μυ­στη­ρί­ων κε­νοῦν­τας τὴν δύ­να­μιν· ὅ­θεν, Πά­να­γνε, καὶ νῦν τοὺς πι­στοὺς στε­ρέ­ω­σον, ἐν ἤ­θει Ὀρ­θο­δό­ξῳ καὶ κρα­ταί­ω­σον.
Μετὰ τὸν Πολυέλαιον. Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
γγέ­λων οἱ χο­ροί, καὶ Ἁ­γί­ων οἱ δῆ­μοι, ἐν Πό­λῳ σὺν Ὑ­μῖν, συ­νευ­φράν­θη­σαν σφό­δρα, Πα­τέ­ρες θε­ο­φώ­τι­στοι, τῆς Ἐ­νά­της οἱ σύ­νε­δροι, οἱ πα­τά­ξαν­τες, τῶν φι­λο­σό­φων αἱ­ρέ­σεις, καὶ ὀ­φρῦν αὐ­τῶν, κα­τα­βα­λόν­τες ἐν γνώ­σει, ὡς Λό­γου δι­ά­κο­νοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
φθεῖ­σα ἐμ­φα­νῶς, τῷ σο­φῷ Γρη­γο­ρί­ῳ, θε­ό­νυμ­φε Ἁ­γνή, κα­τε­πλού­τη­σας τοῦ­τον, τῆς Χά­ρι­τος τοῖς κύ­μα­σι, καὶ Προ­φή­του ὑ­πέρ­τε­ρον, σὺ κα­τέ­στη­σας, ἵ­να προ­στῇ τῶν Συ­νό­δων, καὶ τὸ ἄ­κτι­στον, ἐ­νερ­γει­ῶν τῆς Τρι­ά­δος, κη­ρύ­ξῃ ἐν Πνεύ­μα­τι.
Εἶτα, ὁ Ἄμωμος καὶ τὰ Εὐλογητάρια.
Οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου.
Εὐαγγέλιον Ἑωθινόν. Τό, Ἀνάστασιν Χριστοῦ...
Ὁ Ν΄ Ψαλμός.
Εἶτα, οἱ Κανόνες, ὁ Ἀναστάσιμος μετὰ τῶν Εἱρμῶν
καὶ τοῦ Ἁγίου Γρηγορίου.
Ὁ Κανὼν τῶν Ἁγίων Πατέρων οὗ ἡ ἀ­κρο­στι­χὶς ἐν τοῖς Θεοτοκίοις.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πα­ρά­κλη­τον Πνεῦ­μα, φω­τι­στι­καῖς, θεί­αις ἐ­νερ­γεί­αις, τοῦ νο­ός μου τὸ δυ­σαυ­γές, λῦ­σον καὶ πα­ρά­σχου εὐ­δω­ρί­αν, ὡς ἂν ὑ­μνή­σω Πα­τέ­ρας θε­ό­φρο­νας.
νά­την τὴν Σύ­νο­δον οἱ πι­στοί, ἐν γνώ­σει κα­λοῦ­μεν, ἀ­λη­θῶς Οἰ­κου­με­νι­κήν, ὅ­τι ἐν τῇ πόλει Κωνσταντίνου, ἄναξ καὶ κλῆρος τὸ δόγμα διέσωσαν.
Βαρ­λα­άμ, Ἀ­κίν­δυ­νον, Γρη­γο­ρᾶν, οἱ σε­πτοὶ Πα­τέ­ρες, συ­να­χθέν­τες ὑ­πε­ρο­ρᾶν, ὥ­ρι­σαν τοὺς ἄ­νω φι­λο­σό­φους, τοὺς θε­ο­πτί­αν ὡς φά­σμα κη­ρύτ­τον­τας.
Θεοτοκίον.
Θε­ό­νυμ­φε Ἄ­νασ­σα Οὐ­ρα­νῶν, λύ­τρω­σαι σὰ τέ­κνα, ἐκ τῆς λύ­μης αἱ­ρε­τι­κῶν, τῶν τὰς ἐμ­πει­ρί­ας ἀρ­νου­μέ­νων, καὶ αὐ­θεν­τί­αν Πα­τέ­ρων θε­ώ­σε­ως.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῆς Ἐ­νά­της Συ­νό­δου, φω­τα­γω­γοὶ πάν­σε­πτοι, φά­ος τὸ Θα­βώ­ρει­ον σθέ­νει, ὁ­μο­λο­γή­σα­τε, Τρι­ά­δος τῆς Τρι­φα­οῦς, ὑ­πάρ­χειν ἄ­κτι­στον χά­ριν, καὶ τοῦ Βαρ­λα­ὰμ σα­θρά, ἤ­ρα­τε δόγ­μα­τα.
γκω­μί­ων τὰ στέ­φη, πα­νευ­λα­βῶς τί­θε­μεν, τῇ σε­πτῇ χο­ρεί­ᾳ Πα­τέ­ρων, φρου­ρῶν τῆς πί­στε­ως, ἥ­τις σι­γὴν τοῦ νο­ός, ὁ­δὸν θε­ώ­σε­ως ἔ­φη, καὶ ἐ­πε­σφρα­γί­σα­το, τό­μον θε­ό­πνευ­στον.
ε­ροῦ Γρη­γο­ρί­ου, ὁ­σι­α­κὸν σύγ­γραμ­μα, ὅ­περ ἐν τῷ Ὄ­ρει ἐ­γρά­φη, πεί­ρᾳ θε­ώ­σε­ως, πε­ρὶ εὐ­χῆς νο­ε­ρᾶς, ἀ­σκη­τι­κῶς δι­α­γόν­των, ἐν Συ­νό­δῳ Ἅ­γι­οι, ἐ­πε­κυ­ρώ­σα­τε.
Θεοτοκίον.
ν γα­στρί σου Παρ­θέ­νε, τὸν Παν­τουρ­γὸν Κύ­ρι­ον, σάρ­κα δι’ ἡ­μᾶς εἰ­λη­φό­τα, ξέ­νως συ­νέ­λα­βες, καὶ τὸ παλάτιον, τοῦ Θεανθρώπου ἐγένου, χάριτος τοῦ Πνεύματος δι’ ἐ­πε­λεύ­σε­ως.
Κά­θι­σμα. Ἦ­χος δ΄. Ἐ­πε­φά­νης σή­με­ρον.
Τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, κα­θω­πλι­σμέ­νοι, φι­λο­σό­φους ἄ­φρο­νας, κα­τε­πα­λαί­σα­τε στεῤ­ῥῶς, ἐν τῇ Συ­νό­δῳ πα­νό­σι­οι, τὴν νο­ε­ρὰν ἡ­συ­χί­αν ἐ­ξά­ραν­τες.
Δό­ξα. Κά­θι­σμα τοῦ Τρι­ω­δί­ου (τοῦ Ἁ­γί­ου Γρη­γο­ρί­ου)
Καὶ νῦν. Θε­ο­το­κί­ον. Ὅ­μοι­ον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
σκη­θεὶς κα­θα­ρό­τη­τι, λο­γι­σμῶν καρ­δί­ας, Πα­τέ­ρων ἔ­ξαρ­χε, νη­πτι­κώ­τα­τε Γρη­γό­ρι­ε, αἴγλης θε­ο­πτί­ας κα­τη­ξί­ω­σαι.
ε­ροῖς συ­στοι­χού­με­νος, τῶν πρὸ σοῦ Πα­τέ­ρων, σε­πτοῖς συγ­γράμ­μα­σιν, Οὐ­νι­τῶν τὰ φλη­να­φή­μα­τα, βλά­σφη­μα, θε­ό­φρον, ἐ­να­πέ­δει­ξας.
Τῇ ἐμπνεύσει τοῦ Πνεύ­μα­τος, ἐν σε­πτῇ Ἐ­νά­τῃ, Συ­νό­δῳ Ἅ­γι­οι, Βα­σι­λεύς τε καὶ Ἐ­πί­σκο­ποι, ἄ­κτι­στον τὴν χά­ριν ἀ­πε­φή­να­σθε.
Θε­ο­το­κί­ον.
Οὐ­ρα­νί­ου φρο­νή­μα­τος, πλῆ­σον τοὺς ὑ­μνοῦν­τάς σε Παμ­μα­κά­ρι­στε, καὶ τοὺς λύ­κους ἀ­πο­δί­ω­ξον, ἐκ τῆς τοῦ Υἱ­οῦ σου ποί­μνης, Ἄ­χραν­τε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τόλ­μῃ μι­α­ρᾷ, οἱ φρε­νό­πλη­κτοι φι­λό­σο­φοι, χά­ριν ἀ­πε­φή­ναν­το κτι­στήν, καὶ ἐν τού­τῳ τοῦ Δε­σπό­του τῷ προσ­λήμ­μα­τι.
σχυ­νας δει­νῶς, ἱ­ε­ρὸν πα­τέ­ρων σύ­ναγ­μα, Βαρ­λα­άμ τε καὶ Ἀ­κίν­δυ­νον λυ­γρά, τῆς τοῦ Ἀν­τι­χρί­στου πα­νουρ­γί­ας προμηνύματα.
Νή­ψε­ως εὐ­χῆς, χλευ­α­στὰς σε­πτὲ Γρη­γό­ρι­ε, ὑ­πη­ρέ­τας τῶν δαι­μό­νων ἀ­σε­βεῖς, ἐν Συ­νό­δῳ τῇ Ἐ­νά­τῃ ἀ­πε­κά­λε­σας.
Θεοτοκίον.
Τεί­χι­σον ἡ­μᾶς, Θε­ο­τό­κε Ὑ­πε­ρά­μω­με, τῶν κρο­τά­φων Ἐκ­κλη­σί­ας ἡ στορ­γή, ἵ­να μὴ Θε­οῦ τῆς χά­ρι­τος ἐκ­πέ­σω­μεν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
ψί­κο­μος, ὡ­σεὶ κέ­δρος ἔ­στη­κας, πα­λα­τί­ῳ Βλα­χερ­νῶν θε­ο­φό­ρε, καὶ Βα­σι­λεὺς Ἰ­ω­άν­νης ἐ­πέ­στη, καὶ τὴν σο­φί­αν τῶν λό­γων σου ᾔ­νε­σε, προ­συ­πο­γρά­φων κα­τ’ ἐ­χθρῶν, τὴν δι­καί­αν κα­τά­γνω­σιν, Ὅ­σι­ε.
ξέ­πλη­ξας, τοὺς πα­ρόν­τας Ἅ­γι­ε, τῆς θε­ώ­σε­ως λαμ­πρᾷ ἐμ­πει­ρί­ᾳ, ὅ­τι εὐ­χῆς τῇ προ­ό­δῳ, ἐ­λά­λεις, καὶ νο­ε­ρᾶς σι­γῆς, Πά­τερ, ταῖς πτέ­ρυ­ξι, φωτὸς ἀ­κτί­στου κοι­νω­νοί, κα­θα­ρῶν αἱ καρ­δί­αι κα­θί­σταν­ται.
μέ­γι­στος Πα­τρι­άρ­χης Κάλ­λι­στος, ὁ ἐν Ὄρει τῇ εὐ­χῇ δι­α­πρέ­ψας, καὶ Ἰ­ω­άν­νης φι­λό­θε­ος ἄ­ναξ, ὁ συγ­κα­λέ­σας Πα­τέ­ρων τὴν σύ­να­ξιν, ἐ­κύ­ρω­σαν τό­μον τὸν σόν, ἐν Ἐ­νά­τῃ Συ­νό­δῳ, Γρη­γό­ρι­ε.
Θεοτοκίον.
λέ­η­σον, εὐ­σε­βῶν τὰς φά­λαγ­γας, Πα­να­γί­α Κυ­ρι­ώ­νυ­με Κό­ρη, τῶν θλι­βο­μέ­νων ἐν ὄ­ψει πλη­θύ­ος, αἱ­ρε­τι­κῶν τῶν λα­λούν­των τὰ βλά­σφη­μα, καὶ με­ται­ρόν­των ἀ­σε­βῶς, τῶν Πα­τέ­ρων τὰ πάν­τι­μα ὅ­ρι­α.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοὺς θε­ο­φθόγ­γους νῦν Πα­τέ­ρας εὐ­φη­μή­σω­μεν, καὶ ἐν ᾠ­δαῖς καὶ ἐγ­κω­μί­οις στε­φα­νώ­σω­μεν, τοὺς προ­σμέλ­ψαν­τας συμ­φώ­νως ἐν τῇ Συ­νό­δῳ, θε­ο­γνω­σί­ας θεῖ­ον ᾆ­σμα ἐμ­με­λέ­στα­τον, ταῖς ἀκτίστοις δωρεαῖς Θεοῦ τῆς χάριτος, οἷς καὶ ᾄ­δο­μεν· χαί­ροις, Πα­τέ­ρων Ἐ­νά­της θρι­άμ­βευ­σις.
Ὁ Οἶκος.
πασα ἐν Συνόδῳ, ἡ πληθὺς τῶν πατέρων, ἐλθοῦσα ἐν τῇ Ῥώμῃ τῇ Νέᾳ, Γρηγορίου σεπτὰς διδαχάς, περὶ ἀκτίστου Φωτὸς τῆς θεότητος, ἐν τόμῳ ἐπεκύρωσαν· δι’ ὃ καὶ εὐφημοῦνται οὕτω·
Χ αῖ­ρε, ἡ Σύ­νο­δος αὐ­θεν­τί­ας·
χαῖ­ρε, φω­στή­ρων ὁ γα­λα­ξί­ας.
Χαῖ­ρε, θε­ο­φθόγ­γων Πα­τέ­ρων τὸ σύ­ναγ­μα·
χαῖ­ρε, τῶν πα­τρῴ­ων δογ­μά­των κρη­πί­δω­μα.
Χαῖ­ρε, ὅ­τι ὁ Γρη­γό­ρι­ος προ­ε­ξάρ­χει εὐ­σθε­νῶς·
χαῖ­ρε, ὅ­τι ὁ λα­τι­νό­φρων κα­τῃ­σχύν­θη κρα­ται­ῶς.
Χαῖ­ρε, λαμ­πρὰ χο­ρεί­α νο­ε­ρᾶς ἐρ­γα­σί­ας·
χαῖ­ρε, ἀ­πο­κα­λύ­ψεις ἡ δε­χθεῖ­σα τὰς θεί­ας.
Χαῖ­ρε, ψυ­χῆς εὐ­ε­κτού­σης θέ­ω­σις·
χαῖ­ρε, ἀ­κτί­στου φά­ους ἡ θέ­α­σις.
Χαῖ­ρε, κτι­στὴν ἀ­ποῤ­ῥί­ψαν­τες χά­ριν·
χαῖ­ρε, λοι­μῶν οἱ πα­τά­ξαν­τες γνώ­μην.
Χαί­ροις, Πα­τέ­ρων Ἐ­νά­της θρι­άμ­βευ­σις.
Τὸ Συ­να­ξά­ρι­ον.
Τῇ Β΄ Κυ­ρι­α­κῇ τῶν Νη­στει­ῶν μνή­μην ἐπιτελοῦ­μεν τῶν Ἁ­γί­ων Πα­τέ­ρων τῆς Ἐ­νά­της ἐν ταῖς Βλα­χέρ­ναις συ­νελ­θού­σης Οἰκουμενικῆς Συ­νό­δου, ἐ­πὶ τοῦ εὐ­σε­βοῦς Βα­σι­λέ­ως Ἰ­ω­άν­νου ΣΤ΄ Καν­τα­κου­ζη­νοῦ καὶ Πατριαρχοῦντος δὲ τοῦ ἁ­γι­ω­τά­του Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ Νέας Ῥώμης Καλ­λί­στου Α΄, ἐν σω­τη­ρί­ῳ ἔ­τει χι­λι­ο­στῷ τρι­α­κο­σι­ο­στῷ πεν­τη­κο­στῷ πρώ­τῳ (1351).
Στίχοι.  Σεπτοὶ φρυκτωροὶ τῆς Ἐνάτης Συνόδου,
              Ὑμνηταῖς Ὑμῶν χάριν νήψεως δότε.
Ὑπόμνημα
Οἱ Ἅ­γι­οι οὗ­τοι Πα­τέ­ρες μὲ ἐ­πὶ κε­φα­λῆς τὸν ἁ­γι­ώ­τα­τον ποιμενάρχην Θεσ­σα­λο­νί­κης Γρη­γό­ρι­ον Πα­λα­μᾶν, ἀ­πρό­σι­τον μὲν εἶ­ναι τὴν Οὐ­σί­αν τῆς Θε­ό­τη­τος ἐ­κή­ρυτ­τον, μεθεκτὰς δὲ τὰς ἀκτίστους ἐ­νερ­γεί­ας ταύ­της. Ὡ­σαύ­τως τὴν τῶν ἱ­ε­ρῶς ἡ­συ­χα­ζόν­των ἐν τα­πει­νώ­σει καὶ ἀ­σκή­σει ὁ­δόν, ὡς ὁ­δη­γοῦ­σαν δι­ὰ τῆς νο­ε­ρᾶς σι­γῆς εἰς τὴν θέ­αν τοῦ ἀ­κτί­στου φω­τὸς καὶ εἰς τὴν θέ­ω­σιν τῶν ἀ­σκου­μέ­νων Συ­νο­δι­κῶς ἀ­πε­δέ­ξαν­το. Βαρ­λα­ὰμ δέ, Γρη­γο­ρᾶν τε, καὶ Ἀ­κίν­δυ­νον, τοὺς λέ­γον­τας, κα­τ’ ἐ­πή­ρει­αν τῶν Λα­τί­νων, ὅ­τι ἡ Θε­ό­της εἶ­ναι πάν­τῃ ἀ­πρό­σι­τος, κτι­σταὶ δὲ αἱ ἐ­νέρ­γει­αι ταύ­της, καὶ τὸν ἱ­ε­ρὸν Γρη­γό­ρι­ον καὶ τοὺς ἡ­συ­χα­στὰς χλευ­ά­ζον­τας, ὡς ὁ­ρῶν­τας φά­σμα­τα, γι­νό­με­να καὶ ἀ­πο­γι­νό­με­να, καὶ οὐ­χὶ φῶς ἄ­κτι­στον, τού­τους καὶ τοὺς ὅ­μοι­α φρο­νοῦν­τας, ὡς αἱ­ρε­τι­κοὺς ἀ­να­θε­μά­τι­σαν καὶ τῆς Ἐκ­κλη­σί­ας ἀ­πέ­κο­ψαν, τῇ συμ­φώ­νῳ γνώ­μῃ τοῦ τε εὐ­σε­βοῦς αὐ­το­κρά­το­ρος Ἰ­ω­άν­νου ΣΤ΄ Καν­τα­κου­ζη­νοῦ, καὶ τοῦ νη­πτι­κοῦ ἁ­γι­ω­τά­του πα­τρι­άρ­χου Καλ­λί­στου Α΄, καὶ πάν­των τῶν πα­ρευ­ρε­θέν­των Ἁ­γί­ων Πα­τέ­ρων, Ἱ­ε­ραρ­χῶν, ἡ­γου­μέ­νων καὶ λα­ϊ­κῶν.
Τούτων τῶν Ἁγίων Πατέρων, τῶν κρατυνάντων τὴν Ὀρθόδοξον πίστιν καὶ παράδοσιν ἐν τῇ Ἐνάτῃ ταύτῃ Ἁγίᾳ καὶ Οἰκουμενικῇ Συνόδῳ ταῖς ἱεραῖς παρακλήσεσιν, ὁ τῶν ὅλων Κύριος καὶ Θεός, ὁ εἰπὼν «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν» ἀξιοῖ καὶ ἡμᾶς διακρατεῖν, κηρύττειν καὶ φυλάττειν ἀμώμητον τὴν αὐτὴν πίστιν καὶ παράδοσιν.
Ταῖς αὐτῶν Ἁ­γί­αις πρε­σβεί­αις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀ­μήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ε­ρό­νι­κον στέ­φος, ὁ λα­βὼν ἐν Συ­νό­δῳ, στεῤ­ῥὲ Γρη­γό­ρι­ε, κα­τέ­γνω­σας τὰς πλά­νας, ἐ­φ’ ἅ­παξ τῶν Λα­τί­νων, σὺν Πα­τρά­σιν ὁ­μό­φρο­σι, με­θ’ ὧν δυ­σώ­πει Χρι­στόν, τυ­χεῖν ἡ­μᾶς ἐ­λέ­ους.
πὶ βή­μα­τος ἔ­στης, Βλα­χερ­νῶν ἀ­να­κτό­ρῳ, σε­πτὲ Γρη­γό­ρι­ε, ἐ­νώ­πι­ον δὲ πάν­των, ὑ­πὲρ ἡ­συ­χα­ζόν­των, τὸν σὸν τό­μον ἀ­νέ­γνω­σας, καὶ τῶν Πα­τέ­ρων ψυ­χάς, ἐ­στή­ρι­ξας σοῖς λό­γοις.
Πει­ρα­σμοὺς ἀ­φο­ρή­τους, ἐρ­γα­τῶν ἐκ τῆς πλά­νης, Πά­τερ, ὑ­πέ­μει­νας, δει­νῶς συ­κο­φαν­τούν­των, τὴν θέ­α­σιν τοῦ φά­ους, τοῦ ἀ­κτί­στου ὡς φά­σμα­τος, ἀλ­λ’ ὁ Πα­τέ­ρων χο­ρός, σέ ᾔ­νε­σεν ἐμ­φρό­νως.
Θεοτοκίον.
Κρα­ται­ῶς ἡ­μᾶς ἔ­χειν, ἐν τῷ βά­θει καρ­δί­ας, Χρι­στοῦ τὸ ὄ­νο­μα, τὸ κε­χα­ρι­τω­μέ­νον, Θε­ο­κυ­ῆ­τορ Κό­ρη, κα­τα­ξί­ου τοὺς δού­λους σου, καὶ δὸς ἀν­δρεί­αν ψυ­χῆς, πα­λαί­σμα­σιν ἐν­ θείοις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μύ­ρον ἐκ­πέμ­πει, ἡ σε­βα­σμί­α σο­ρός σου, ὦ Γρη­γό­ρι­ε, ἡ­συ­χα­στῶν τὸ κλέ­ος, ἀ­κτί­στοις ἐ­νερ­γεί­αις, Θε­οῦ τοῦ Τρι­σα­γί­ου.
Λα­τι­νο­φρό­νων, και­νο­το­μί­ας ἐ­κρί­πτεις, ἱ­ε­ρὰ τῶν Πα­τέ­ρων χο­ρεί­α, καὶ ἐν τῇ Συ­νό­δῳ, τῆς ποί­μνης ἀ­πο­κό­πτεις.
συ­νο­δί­α, τῶν θε­ο­φό­ρων Πα­τέ­ρων, τῆς Ἐ­νά­της, πρε­σβεί­αν ποι­εῖ­τε, ὅ­πως κα­τα­δί­κης, τῶν χλι­α­ρῶν ῥυ­σθῶ­μεν.
Θεοτοκίον.
Να­ὸν ποι­ή­σαις, τῆς Πα­να­γί­ας Τρι­ά­δος, Θε­ο­τό­κε τοὺς σὲ προ­σκυ­νοῦν­τας, καὶ ἀ­εὶ βο­ῶν­τας, τὸ σκό­τος φώ­τι­σόν μου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
ά­σε­ων ὀμ­βρί­ζει, χά­ρι­τας καὶ μύ­ρον, τοῦ Γρη­γο­ρί­ου τὸ ἅ­γι­ον σκή­νω­μα, ὃ τῆς Ἐ­νά­της Συ­νό­δου, κυ­ροῖ δι­ά­γνω­σιν.
Φῶς πέμ­ψον οὐ­ρα­νό­θεν, θε­ο­φεγ­γὲς χο­ρεί­α, τῶν θε­ο­φό­ρων Πα­τέ­ρων τοῖς τέ­κνοις σου, τοῖς εὐ­σθε­νῶς μα­χο­μέ­νοις, ὑ­πὲρ τῆς πί­στε­ως.
δέ­τω­σαν Λα­τῖ­νοι, τῶν Ὀρ­θο­δό­ξων δό­ξαν, ἐν τοῖς συγ­χρό­νοις Ὁ­σί­οις πλου­τή­σα­σαν, ἡ­συ­χα­σμοῦ τῇ πο­ρεί­ᾳ, τοῖς ἁ­γι­ά­σα­σιν.
Θεοτοκίον.
πρώ­τη τῶν Παρ­θέ­νων, εἰς Ἅ­γι­α Ἁ­γί­ων, ὡς ἡ­συ­χά­στρι­α ζή­σα­σα Ἄ­χραν­τε, τοῖς παρ­θε­νεύ­ου­σι δῴ­ης, ἀ­κτῖ­νας χά­ρι­τος.
Καταβασία. Ἅπας γηγενής...
Ἐξαποστειλάρια.  Ἀναστάσιμον, τῶν Ἁγίων Πατέρων καὶ τοῦ Ἁγίου Γρηγορίου.
Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Χο­ρεί­α θεί­ων φω­στή­ρων, ἐ­ξάρ­χον­τος Γρη­γο­ρί­ου, ἐν τῇ Ἐ­νά­τῃ Συ­νό­δῳ, τοῦ Πα­ρα­κλή­του ἐμ­πνεύ­σει, Βαρ­λα­α­μί­τας κα­θεῖ­λε, ἐν σω­στι­κῇ δι­α­γνώ­σει.
Θεοτοκίον.
Χώ­ρα τοῦ Ἀ­χω­ρή­του, ἡ Θε­ο­τό­κος Μα­ρι­άμ, Να­οῦ τοῦ θρό­νου τῆς Δό­ξης, θυ­μι­α­τή­ρι­ον χρυ­σοῦν, ἡ­συ­χα­στὰς κα­τευ­φραί­νει, ἐν Οὐ­ρα­νῶν εὐ­ω­δί­ᾳ.
Εἰς τοὺς Αἴ­νους ἱ­στῶ­μεν Στί­χους η΄, καὶ ψάλ­λο­μεν Στι­χη­ρὰ Ἀ­να­στά­σι­μα β΄, τῶν Ἁ­γί­ων Πα­τέ­ρων γ΄ καὶ τοῦ Ἁ­γί­ου Γρη­γο­ρί­ου γ΄.
Τῶν Ἁ­γί­ων Πα­τέ­ρων Προ­σό­μοι­α.
Ἦ­χος πλ. δ΄. Ὢ τοῦ πα­ρα­δό­ξου θαύ­μα­τος.
Θεῖ­οι Ἱ­ε­ράρ­χαι Ὅ­σι­οι, τοῦ Βαρ­λα­ὰμ τὰς βο­λάς, ἀν­τι­κρού­σαν­τες χά­ρι­τι, τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, ἀ­νε­δεί­χθη­τε πρό­μα­χοι, σε­πτῶν δογ­μά­των, ἁ­γί­ας πί­στε­ως, Ὀρ­θο­δο­ξί­ας τε πύρ­γοι ἄ­σει­στοι. Ὅ­θεν πρε­σβεύ­σα­τε, τῷ Δε­σπό­τῃ Ἅ­γι­οι, χά­ριν πολ­λήν, δοῦ­ναι τοῖς γε­ραί­ρου­σιν, Ὑ­μᾶς ἐν ᾄ­σμα­σι.
Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
γι­οι Πα­τέ­ρες πάγ­κα­λοι, ἐν Συ­νε­δρί­ᾳ σε­πτῇ, φι­λο­σό­φους τοὺς ἄ­φρο­νας, ἐμ­πει­ρί­ᾳ χά­ρι­τος, κρα­ται­ῶς κα­τε­βά­λε­τε. Κοι­νῇ δὲ ψή­φῳ ἐ­να­πε­κό­ψα­τε, τῆς θεί­ας ποί­μνης, ὡς σκεύ­η δύ­σφη­μα, καὶ λύ­μης γέ­μον­τα, ἐ­πη­ρεί­ᾳ δαί­μο­νος· ὅ­θεν Ὑ­μᾶς, πί­στει με­γα­λύ­νο­μεν, καὶ μα­κα­ρί­ζο­μεν.
Στίχ. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ.
τοῦ πα­ρα­δό­ξου θαύ­μα­τος! Ἀ­σκη­τι­καῖς ἀ­γω­γαῖς, ἐν τῷ Ὄ­ρει τοῦ Ἄ­θω­νος, ὁ κλει­νὸς Γρη­γό­ρι­ος, ἱ­ε­ρῶς ἐ­φη­σύ­χα­ζε, ἀ­εὶ κραυ­γά­ζων, πρὸς τὸν πο­θού­με­νον, φώ­τι­σον σκό­τος ἐ­μὸν καὶ πέμ­ψον μοι, φῶς τὸ γλυ­κύ­τα­τον, τῆς ἀῤ­ῥή­του δό­ξης σου, οὗ περ τυ­χών, θε­ο­πτί­ας ἄγ­γε­λος, ἡ­μῖν γε­γέ­νη­ται.
Δόξα. Ἦχος πλ. α΄.
Πῶς ἐ­πα­ξί­ως ὑ­μνή­σω­μεν τὴν θεοσεβῆ ὑ­μῶν ἔν­στα­σιν, πρὸς τὰς τῶν λατινοφρόνων βο­λάς, Πα­τέ­ρες ὁ­σι­ό­φρο­νες; Ἀ­κού­σαν­τες γὰρ Γρη­γο­ρί­ου τοῦ Ἱ­ε­ράρ­χου, πε­ρὶ θε­ώ­σε­ως δι’ ἀ­κτί­στων ἐ­νερ­γει­ῶν, ἐμ­πει­ρί­ᾳ ­λα­λή­σαν­τος, καὶ τὴν ὁ­δὸν ἀ­γω­γῆς τῆς κα­θ’ ἡ­συ­χί­αν προ­βαλ­λό­με­νον, σύμ­ψη­φοι κα­τέ­γνω­τε, αἱ­ρε­τι­ζόν­των τὰς πλά­νας, καὶ Ὀρ­θο­δο­ξί­αν ἐ­στη­ρί­ξα­τε. Ὅ­θεν κα­τὰ μέ­θε­ξιν ἐν τῷ βίῳ ὑμῶν θε­ω­θέν­τες, Χρι­στὸν τὸν Θε­ὸν ἱ­κε­τεύ­σα­τε, ἀ­ξι­ω­θῆ­ναι καὶ ἡ­μᾶς, τῆς αἰ­ω­νί­ου μα­κα­ρι­ό­τη­τος.
Καὶ νῦν. Ὑ­πε­ρευ­λο­γη­μέ­νη ὑ­πάρ­χεις.                                                        Δο­ξο­λο­γί­α με­γά­λη καὶ Ἀ­πό­λυ­σις.
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ τυ­πι­κά, καὶ οἱ Μα­κα­ρι­σμοὶ τῆς Ὀ­κτω­ή­χου, καὶ ἐκ τοῦ Κα­νό­νος τῶν Πα­τέ­ρων ἡ στ΄ ᾨ­δή.
Με­γα­λυ­νά­ρι­ον.
Χαί­ρε­τε φω­στῆ­ρες ἀ­ει­λαμ­πεῖς, Ἐ­νά­της Συ­νό­δου, Ἐκ­κλη­σί­ας οἱ ἀ­κλι­νεῖς, στῦ­λοι καὶ προ­στά­ται, τῶν ἱ­ε­ρῶν δογ­μά­των, τὰς τῶν Λα­τι­νο­φρό­νων, πλά­νας συν­τρί­ψαν­τες.
Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς ἡμέρας (Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός).
Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.







[ τῆς ἱερᾶς ἐνστάσεως! Ὁ Νέας Ῥώμης ταγός, Βασιλεὺς εὐσεβέστατος, Ἰωάννης ὁ λόγιος, ἐν τῇ Ἐνάτῃ Συνόδῳ ἔφησεν, ὅς διὰ πίστιν, Χριστοῦ ἀμόλυντον, ἕτοιμον ἔσεσθαι, καὶ αὐτὸ τὸ αἷμα του, δοῦναι, εἰ δεῖ, ἵνα μὴ σεισθήσεται, δογμάτων θέμεθλον.]




Δεν υπάρχουν σχόλια: