Ἀποδέχομαι καὶ τιμῶ τὰς ἁγίας καὶ Οἱκουμενικὰς Ἑπτὰ
Συνόδους, καὶ τὰ ἐν αὐταῖς δογματισθέντα καὶ κηρυχθέντα θεῖα τε καὶ ὑπερφυῆ καὶ
σωτήρια Δόγματα παρὰ τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, οὔς κατὰ καιρὸν ἔθετο
τὸ Πνεύμα τὸ ἅγιον ποιμαίνειν τὴν Ἐκκλησίαν αὐτοῦ καὶ διέπειν, καὶ πάντων τῶν ἐναρέτων
καὶ Μακαρίων Πατέρων τὰ τε Δόγματα καὶ Πονήματα ἀσπάζομαι ὡς διδασκαλίαν ἀνεπίλητον,
σωτηρίας θεμέλιον· καὶ οὕς ἡ Καθολικὴ Ἀνατολικὴ Ὀρθόδοξος Ἐκκλησία προσίεται, ἀποδέχομαι·
καὶ οὕς ἀποτρέπεται, ἀποστρέφομαι. Ἀποβάλλομαι δὲ καὶ παντελῶς ἀποτρέπομαι τὰς ἀπὸ
Σίμωνος τοῦ Μάγου καὶ μέχρι τοῦ δεῦρο τῆς εὐσεβείας παντάπασιν πεπτωκότας καὶ δόξας
υἱοθετήσαντας καὶ φθοροποιὰ δόγματα ἐφευρόντας καὶ τὴν τῶν Ἁγίων Παράδοσιν ἀθετήσαντας
καὶ τὸν πικρὸν τὸν ζιζανίων σπόρον συναμεῖξαι τῆ τῆς Ὀρθοδοξίας Ἀρούρα
τολμήσαντας αὐτούς τε ἀναθεματίζω καὶ πάντας τοὺς ἐπομένοις αὐτοῖς, καὶ ὡς
λύμην τῆς κατὰ Χριστὸν Ἐκκλησίας διαπτύω καὶ τῶ ἀναθέματι καθυποβάλω.
Πολύ επίκαιρο και χρήσιμο!!!
ΑπάντησηΔιαγραφήΘα είναι απο κάποια Αγία Σύνοδο της Ορθόδοξης και Μίας Εκκλησίας μας!
Αντιαιρετικός και Αντισχισματικός