΄΄.. ὁρίζομεν σὺν ἀκριβείᾳ πάσῃ καὶ ἐμμελείᾳ παραπλησίως τῷ τύπῳ
τοῦ τιμίου καὶ ζωοποιοῦ
σταυροῦ ἀνατίθεσθαι τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας τὰς ἐκ
χρωμάτων καὶ ψηφίδος καὶ
ἑτέρας ὕλης ἐπιτηδείως ἐχούσης ἐν ταῖς ἁγίαις τοῦ θεοῦ
ἐκκλησίαις, ἐν ἱεροῖς
σκεύεσι καὶ ἐσθήσεσι, τοίχοις τε καὶ σανίσιν, οἴκοις τε καὶ
ὁδοῖς, τήν τε τοῦ κυρίου
καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰκόνα, τῆς
ἀχράντου δεσποίνης ἡμῶν
τῆς ἁγίας θεοτόκου τιμίων τε ἀγγέλων καὶ πάντων
ἁγίων καὶ ὁσίων ἀνδρῶν
– ὅσῳ γὰρ συνεχῶς διὰ εἰκονικῆς ἀνατυπώσεως ὁρῶνται... ἡ
γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ
τὸ πρωτότυπον διαβαίνει, καὶ ὁ προσκυνῶν τὴν εἰκόνα
προσκυνεῖ ἐν αὐτῇ τοῦ ἐγγραφομένου
τὴν ὑπόστασιν.΄΄Mansi,XIII,377-381
Xαρίλαος
Ι.Στουρα΄ί΄της.
Θεολόγος.