Ἁγίου Νικηφόρου τοῦ Ὁμολογητοῦ: Ἀποτείχισις ἀπό αἱρετικούς, Συνοδική Κρίσις αὐτῶν καί ποῖοι ἀποτελοῦν τήν ἀληθῆ Ἐκκλησίαν τοῦ Χριστοῦ

«Εἰ δέ ὁμολογοῦσιν εἰδωλολατρῆσαι πρό τοῦ παρόντος καιροῦ, ὡς εἰδωλολάτραι κρινέσθωσαν, καί ἔστωσαν κατηχούμενοι, καί μετά Χριστιανῶν μή μιγνύσθωσαν· ἀρκέσει γάρ αὐτοῖς καί τοῦτο εἰ μεταμεληθεῖεν ἐφ’ οἷς ἀβούλως ἐμελέτησάν τε καί ἔπραξαν· ὥσπερ μή τά κατ’ αὐτούς οἰκονομηθῆναι, καί τήν μετάνοιαν αὐτῶν παρά τῇ Ἐκκλησίᾳ δεχθῆναι· εἰ δέ διαμένουσιν ἐν τῇ αὐτῇ αἱρέσει, καὶ ἴσως καὶ ἑτέρους τινὰς ἀμαθεστέρους καὶ ἁπλουστέρους δυνηθῶσιν ἀποβουκολῆσαι, κἄν ὀχλαγωγήσωσι καὶ πλῆθος συνάγωσιν, ἔξω τῶν ἱερῶν τῆς Ἐκκλησίας περιβόλων εἰσίν· εἰ δὲ καί πάνυ ὀλίγοι ἐν τῇ ὀρθοδοξίᾳ καὶ εὐσεβείᾳ διαμείνωσιν, οὗτοι εἰσὶν Ἐκκλησία, καὶ τὸ κῦρος καὶ ἡ προστασία τῶν ἐκλησιαστικῶν θεσμῶν ἐν αὐτοῖς κεῖται· κἄν κακοπαθῆσαι αὐτοῖς ὑπὲρ τῆς εὐσεβείας δεήσοι· ὅπερ ἐστίν εἰς καύχημα αἰώνιον, καὶ ψυχικῆς σωτηρίας πρόξενον· ὅτι οὐδέ συζητήσεις περί τῶν ἱερῶν εἰκόνων ποιεῖσθαι δεῖ· οὐ γάρ προσφάτως ἀνεφύη τό περί αὐτῶν δόγμα, ἀλλ’ ἐκ πλείονος χρόνου ζητηθέν, τήν κύρωσιν παρά τῆς συνόδου ἔλαβε·  καί πᾶν γάρ ζήτημα δογματικόν ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ ἀναφυέν, μετά ζήτησιν συνοδικήν καί ἐκφώνησιν πέπαυται, ἀμφιβολίαν δέ τήν οἱανοῦν οὐκ ἐπιδέχεται· οὕτως γάρ ἐπί τῶν λοιπῶν ἁγίων καί οἰκουμενικῶν συνόδων γέγονε».

(Ἁγίου Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Ὁμολογητοῦ, Patrologia Graeca, Τόμος 100, σελ. 844-845, https://babel.hathitrust.org/cgi/pt?id=nnc1.0046980229&view=1up&seq=430 ).

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου