Λόγος παραινετικός --- Όσιος Εφραίμ ο Σύρος

Πρόσεχε σεαυτῷ, ὦ νεότης, ποθοῦσα ἀσκῆσαι, μήποτε παρέλθωσιν αἱ ἡμέραι σου ἐν τῷ μετεωρισμῷ. Μὴ καταδέξῃ τοὺς πονηροὺς λογισμούς, ἵνα μὴ ἀτονήσῃ ἡ δύναμίς σου ἐν τῷ πολέμῳ τοῦ Ἐχθροῦ σου. Ἔχε πάντοτε τὸν γλυκὺν Δεσπότην ἐν τῇ διανοίᾳ σου, ἵνα στεφανωθῇ ὁ δρόμος τῆς ἀσκήσεώς σου. Ὀξυπόδησον ἐν τῷ ἀγῶνι τῆς ἀσκήσεώς σου, ὧ νεότης. Ἔφθασε γὰρ ἡ ἡμέρα καὶ ἤγγικεν ὁ καιρός, ὅτε οἱ κάμνοντες στεφανοῦνται, καὶ οἱ ῥᾳθυμήσαντες μεταμελοῦνται. Κτῆσαι ἀρετὴν ἕως οὗ καιρὸν ἔχεις· εὐλάβειαν εἰς τὸ ὄμμα σου, ἀλήθειαν εἰς τὰς ἀκοάς σου, ῥήματα ζωῆς εἰς τὴν γλῶσσάν σου, ἐπίσκεψιν ἀσθενούντων εἰς τὰ ἴχνη σου, ἐν τῇ καρδίᾳ σου τὴν εἰκόνα τοῦ Κυρίου σου, ἐν τοῖς μέλεσί σου κατορθώματα τῆς σωφροσύνης, ἵνα προτιμηθῇς ἔμπροσθεν Ἀγγέλων καὶ 401 ἀνθρώπων. Ξύλον ἄψυχον τιμᾶται ἔχον εἰκόνα θνητοῦ βασιλέως· πόσῳ μᾶλλον προτιμηθῇ ψυχὴ ἔχουσα τὸν Θεὸν ἐν ἑαυτῇ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι! Πρόσεχε σεαυτῷ, ἀγαπητέ· ἡ ἐπιθυμία νεκρὰ ὑπάρχει, τὸ δὲ σῶμά σου ζῶν ἐστιν. Οὐκοῦν ἀκριβῶς πρόσεχε, μὴ τὸ σῶμά σου ζωὴν παράσχῃ τῷ νεκρῷ· ἐὰν δώσῃς αὐτῷ ζωήν, ἀποκτενεῖ σε. Ὢ τοῦ πικροῦ κλαυθμοῦ, ὅτι ὁ νεκρὸς ζωοποιηθεὶς ἀποκτενεῖ τὸν παρασχόντα αὐτῷ ζωήν. Μάθε ἀκριβῶς τί ἐστιν ἐπιθυμία.

Αὕτη ἄνευ τοῦ σώματος νεκρά ἐστιν· ὅταν δὲ ἐγγίσῃ ἡ ὁρμὴ τῆς ἐπιθυμίας τῷ σώματι, ἐζωοποιήθη ἡ ἐπιθυμία, καὶ ἡ διάνοια μελετᾷ εἰς τὴν γλυκύτητα τῆς ἐπιθυμίας, καὶ εὑρίσκεται τὸ σῶμα τὸ ζῶν ἀποθνῇσκον εἰς τὴν νεκρότητα τῆς ἐπιθυμίας. Ἕνεκεν τούτου ἀκριβῶς πρόσεχε σεαυτῷ ἀπὸ τοῦ νεκροῦ τούτου. Ἐν τῇ πυρώσει τῆς ἐπιθυμίας αὐτοῦ, φέρε εἰς τὴν διάνοιάν σου τὸ ἄσβεστον πῦρ καὶ τὸν ἀτελεύτητον σκώληκα, καὶ παραχρῆμα σβέννυται ἡ πύρωσις τῶν μελῶν· μήποτε χαυνωθεὶς ἡττηθῇς καὶ μεταμεληθῇς, καὶ καταλάβῃ σε πῦρ λύπης καὶ μεταμελείας, καὶ συνηθίσῃς ἁμαρτάνειν καὶ μεταμελούμενος. Κτῆσαι αὐστηρότητα ἀπ' ἀρχῆς πρὸς πᾶσαν ἐπιθυ  μίαν τοῦ μὴ νικηθῆναι, καὶ μὴ συνηθίσῃς ἧτταν ἐν τῷ πολέμῳ. Ἡ γὰρ συνήθεια δευτέρα φύσις· καὶ ἡ συνήθεια τῆς χαυνότητος οὐδέποτε κτᾶται αὐστηρότητα· πάντοτε γὰρ οἰκοδομεῖ καὶ καθαιρεῖ· πάντοτε ἁμαρτάνει καὶ μεταμελεῖται. Ἀγαπητέ, ἐὰν συνηθίσῃς χαυνοῦσθαι ἐν τῷ πολεμεῖσθαί σε, ἡ ἐπιγραφὴ τοῦ γραμματείου σου μεταμελείας ἐστὶν εἰς αἰῶνα αἰῶνος. Ὁ συνηθίσας ἡττᾶσθαι ἔν τινι τῶν ἐπιθυμιῶν, πάντοτε τὸ συνειδὸς αὐτοῦ ἐλέγχει αὐτόν, καὶ περίλυπός ἐστι πάντοτε, καὶ ἔμπροσθεν τῶν θεατῶν δείκνυσι πρόσωπον εὐλαβείας καὶ ἱλαρότητος, ἔσωθεν δὲ σκυθρωπάζων τυγχάνει διὰ τὸν ἔλεγχον τῆς συνειδήσεως αὐτοῦ· τοῦτο γὰρ εἴωθεν ἔχειν ἡ ἐπιθυμία, λύπην ὀδυνηρὰν παρέχει τοῖς πράττουσιν αὐτήν. Πρόσεχε οὖν ὅλῃ τῇ ψυχῇ, ἔχων τὸν Θεὸν ἐν ἑαυτῷ πάντοτε· ἀθάνατος γὰρ νυμφίος τυγχάνει ὁ Χριστὸς τῇ ψυχῇ. Μὴ οὖν ἐγκαταλίπῃς τὸν ἀληθῆ σου νυμφίον, ἵνα μὴ ἐγκαταλειφθῇς καὶ σὺ ὑπ' αὐτοῦ, καὶ ἐγκαταλειφθεὶς ἀγαπήσῃς τὸν ἀλλότριον, τουτέστι τὸν Ἐχθρὸν τὸν δόλιον· δόλῳ γὰρ ἀγαπᾷ βραχὺν χρόνον, καὶ εὐθέως ἐγκαταλιμπάνει· πόρνη γὰρ ἀκάθαρτος τυγχάνει, ὅταν γὰρ ἀναλώσῃ τὴν οὐσίαν τινὸς καὶ τὴν δύναμιν, μισητὸς ὑπ' αὐτῆς εὑρίσκεται. Τίς μὴ κλαύσει,  ὅτι ὁ Ἐχθρὸς ἀναλίσκων τὴν δύναμιν ἡμῶν καὶ τὸν χρόνον ἐν ἀκαθαρσίαις αὐτοῦ καὶ ἐπιθυμίαις ταῖς μιαραῖς, τότε ἀφίσταται ἀφ' ἡμῶν διὰ τὸ μῖσος ὃ ἔχει πρὸς ἡμᾶς; Οὐδέποτε γὰρ ἠγάπησεν ἡμᾶς ὁ μιαρὸς καὶ ἀκάθαρτος. Προσέλθετε, δεῦτε, υἱοὶ φωτός, ἀκούσατε τῆς εὐλογημένης φωνῆς ἐκείνης καὶ μακαρίας τοῦ Σωτῆρος ἡμῶν τῆς λεγούσης πρὸς ἡμᾶς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν τῶν οὐρανῶν βασιλείαν. Βλέπετε, ἀγαπητοί μου, μηδεὶς ὑμῶν στερηθῇ τῆς μακαρίας ταύτης κληρονομίας· ἰδοὺ γὰρ ἐπὶ θύραις ἐστί· Φῶς ἐκ Φωτὸς κατέβη πρὸς ἡμᾶς· καὶ φωτίσαν ἡμᾶς ἀνήνεγκε πρὸς τὸ φῶς. Κατέβη πρὸς ἡμᾶς γενόμενος ὡς ἡμεῖς, ἵνα ἡμᾶς ὁμοίους ἑαυτῷ ποιήσῃ. Ὁ ἀθάνατος πρὸς τοὺς θνητοὺς κατῆλθε, καὶ ποιήσας αὐτοὺς ἀθανάτους ἀνέβη πάλιν πρὸς τὸν Πατέρα. Νῦν ἔρχεται μετὰ δόξης τοῦ εὐλογημένου Πατρὸς κρῖναι ζῶντας καὶ νεκρούς. Ὁδὸς ζωῆς γέγονεν ἡμῖν πλήρης φωτὸς καὶ δόξης, ἵνα ἡμεῖς ἐν τῷ φωτὶ βαδίσωμεν ἐν αὐτῷ πρὸς τὸν Πατέρα. Δεῦτε, ἀγαπητοί, βαδίσωμεν εἰς τὴν ὁδόν, ἣν ὁ Κύριος ἔδειξεν ἡμῖν, ἵνα μετὰ χαρᾶς φθάσωμεν εἰς τὴν αὑτοῦ βασιλείαν. Λάβωμεν οὖν ἐπισιτισμὸν καὶ  ἔλαιον ἐν τοῖς ἀγγείοις ἡμῶν. Οὐκ ἔστι γὰρ ὀλίγον τὸ διάστημα τῆς ὁδοῦ ἐκείνης. Περιζωσάμενοι οὖν τὰς ὀσφύας ἡμῶν ἐν εἰλικρινείᾳ καὶ ἀληθείᾳ, ὡς ἄνθρωποι, ἐκδεχώμεθα τὸν ἴδιον Δεσπότην. Ἅψωμεν τὰς λαμπάδας ἡμῶν, καὶ γενναίως νήψωμεν· προσδοκῶμεν γὰρ τὸν Κύριον ἡμῶν ἐκ τῶν οὐρανῶν δέξασθαι. Μὴ οὖν νυστάξωμεν, ἵνα μὴ σβεσθῶσιν ἡμῶν αἱ λαμπάδες. Ἡ γὰρ κραυγὴ ἐκείνη ἄφνω γίνεται· ἰδοὺ ὁ νυμφίος, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ πάντες οἱ ἀγαπῶντες αὐτόν, καὶ ἑτοιμάσαντες ἑαυτοὺς ἰδεῖν αὐτὸν μετὰ δόξης. Πάντας γὰρ τοὺς ποθήσαντας αὐτὸν χαροποιήσει ἐν τῷ παστῷ ἐκείνῳ τῷ φωτεινῷ καὶ αἰωνίῳ. Βλέπετε οὖν, φίλοι μου, βλέπετε μή, γενομένης τῆς κραυγῆς ἐκείνης, εὑρεθῇ τις ὑμῶν κατέχων λαμπάδα σκοτεινὴν μὴ ἔχουσαν ἔλαιον, καὶ περιβεβλημένος ἐσθῆτα στυγνὴν καταδικασθῇ εἰς τὸ σκότος τὸ ἐξώτερον καὶ εἰς τὴν τιμωρίαν ἐκείνην τὴν ἀθάνατον καὶ αἰώνιον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἀσφαλισώμεθα οὖν ἑαυτούς, ἀγαπητοί μου, ὅτι οὐκ οἴδαμεν πότε ὁ Κύριος ἡμῶν ἔρχεται, ὡς κλέπτης γὰρ ἐν νυκτί, καὶ ὡς παγίς, οὕτως ἡ φοβερὰ ἡμέρα ἔρχεται· καὶ ὡς ἀστραπὴ ὀξυτάτη, οὕτως ἡ παρουσία τοῦ Κυρίου γίνεται. Σαλπίσει γάρ, καὶ οἱ  νεκροὶ ἀναστήσονται, καὶ ἡ γῆ ἐκ τῶν θεμελίων αὐτῆς τρέμει, καὶ οἱ οὐρανοὶ σὺν ταῖς δυνάμεσι σαλευθήσονται. Οἴμοι, ἀγαπητοί μου, τίς θαρσήσει τῇ ὥρᾳ ἐκείνῃ; Πᾶσα πνοὴ τρέμει καὶ φρίσσει· ἀλλ' ἡ χάρις τοῦ Σωτῆρος ἐνισχύει καὶ χαροποιεῖ τὰς καρδίας τῶν δικαίων· καὶ ἁρπάζονται ἐν ταῖς νεφέλαις εἰς ἀπάντησιν αὐτοῦ. Οἱ δὲ ὁμοιωθέντες ἐμοί, οἱ ὀκνηροὶ καὶ ἀμελεῖς, τρέμοντες μένουσιν ἐπὶ τῆς γῆς. Κουφίσωμεν οὖν ἑαυτοὺς ὀλίγον ἀπὸ τῆς γῆς, ἀγαπητοί μου, καὶ εὐχερῶς εἰς τὸν οὐρανὸν ἀναβησόμεθα. Τί ἡμᾶς ὠφελήσει ὁ κόσμος οὗτος, ὅτι δεσμεύομεν ἑαυτοὺς εἰς τὰς φροντίδας αὐτοῦ;  Ἢ τί κερδανοῦμεν ἀπὸ τοῦ καλλωπισμοῦ τῶν ἱματίων ἡμῶν, εἰ μὴ πῦρ ἄσβεστον;  Ἢ τί προξενεῖ ἡμῖν ἡ φιλοκαλία τῶν βρωμάτων, εἰ μὴ κόλασιν αἰώνιον; Γινώσκετε, ἀγαπητοί μου, ὅτι ἐὰν μὴ ἀγωνισώμεθα ἐν τῷ βραχεῖ καιρῷ τούτῳ, ἐκεῖ μέλλομεν μετανοεῖν καὶ ὀδυνᾶσθαι εἰς αἰῶνα αἰῶνος. Ἀδελφοί μου ποθεινοί, τί ἀμελοῦμεν; Τί ῥᾳθυμοῦμεν; Ἱνατί ἑαυτοὺς οὐκ εὐτρεπίζομεν; Ἰδοὺ γὰρ ἡ ἡμέρα τοῦ Κυρίου ἡ μεγάλη καὶ φοβερὰ ἤγγικεν ἐφ' ἡμᾶς. Ἱνατί πᾶσαν φροντίδα ἀνωφελῆ οὐκ ἀπορρίπτομεν ἀφ' ἡμῶν καὶ κουφίζομεν  ἑαυτοὺς ἀπὸ τοῦ βάρους τῶν γηΐνων πραγμάτων; Οὐκ οἴδατε ὅτι ἡ θύρα στενὴ καὶ τεθλιμμένη ἐστί, καὶ πολυκτήμων δι' αὐτῆς εἰσιέναι οὐ δύναται; Ἀγαπᾷ γὰρ τοὺς ἀκτήμονας καὶ τοὺς θλίψαντας ἑαυτοὺς ἑκουσίως διὰ τὸν Χριστὸν ἐν ἀσκήσει καὶ ἀγρυπνίᾳ καὶ κακοπαθείᾳ πολλῇ, καὶ τοὺς εὐτρεπίσαντας ἐαυτοὺς ἰδεῖν τὸν ἀθάνατον Νυμφίον μετὰ δόξης· οἵτινες κληρονομήσουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Ἰδού, ἀγαπητοί, ἡ θύρα ἡμᾶς φωνεῖ· ἥκατε, ὀξυποδήσατε πρός με· ἰδοὺ καὶ ἡ μήτηρ ἡμῶν Ἱερουσαλὴμ μετὰ πόθου λέγει πρὸς ἡμᾶς· δεῦτε, τέκνα μου ποθεινά, δεῦτε πρός με, πληθυνθείη ὁ ἀριθμὸς ὑμῶν, καὶ ἐν τῷ νυμφῶνι τοῦ Κυρίου μεγαλυνθῶσιν οἱ χοροὶ ὑμῶν ἐν τῷ φωτὶ μετὰ τῶν Ἀγγέλων τῶν ἁγίων. Ἴδω ὑμᾶς μετὰ δόξης καὶ εὐπρεπείας, μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως. Ποθήσατέ με, τέκνα μου, καθάπερ ποθῶ ὑμᾶς. Μηδὲν κτήσησθε ἐπὶ τῆς γῆς, μηδὲ μεριμνήσητε, ἀλλὰ σπουδάσατε ἐμπόνως. Ἰδοὺ γὰρ ὁ Νυμφίος [ἔρχεται] ἕτοιμος τοῦ ἐξελθεῖν ἐν ταῖς νεφέλαις τοῦ οὐρανοῦ μετὰ δόξης τοῦ εὐλογημένου Πατρός, καὶ κατ' ὄνομα ἕκαστον ὑμῶν φωνήσει, καὶ ἀνακλινεῖ αὐτὸν ἐν τάγματι τῶν  Ἁγίων ἐν τῷ φωτὶ τῷ ἀνεκλαλήτῳ, ἐν τῇ ἀκηράτῳ ζωῇ καὶ ἀθανάτῳ καὶ αἰωνίᾳ, κατὰ τοὺς καμάτους αὐτοῦ· ὅπου ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Ταῦτα οὖν πάντα εἰδότες, σπουδάσωμεν, παρακαλῶ ὑμᾶς, τέκνα μου, σπουδάσωμεν εἰς τὸν βραχὺν καιρὸν τοῦτον. Μὴ ἀμελήσωμεν ἐνταῦθα, ἀγαπητοί μου, ἵνα μὴ μεταμεληθῶμεν εἰς ἀτελευτήτους αἰῶνας, ὅπου οὐκ ὠφελήσουσιν ἡμᾶς δάκρυα καὶ στεναγμοί· ὅπου οὐκ ἔστι μετάνοια λοιπόν. Ἐν τῇ σπουδῇ ὑμῶν, ἀγαπητοί μου, Ἄγγελοι καὶ Ἀρχάγγελοι χαίρουσιν· ἐν δὲ τῇ ῥᾳθυμίᾳ ὑμῶν ὁ Ἐχθρὸςχαίρει καὶ εὐφραίνεται. Σπουδάσατε οὖν, τέκνα μου ποθεινά, παρακαλῶ ὑμᾶς, σπουδάσατε, ἵνα ἐγὼ εὐφρανθῶ εἰς ὑμᾶς καὶ ὑμεῖς ἐν ἐμοὶ εἰς τὸν αἰώνιον χρόνον. Προσπίπτω σοι, Κύριέ μου Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, δώρησαι κἀμοὶ καὶ πᾶσι τοῖς ἀγαπῶσί σε, ἰδεῖν σε μετὰ δόξης καὶ χαρᾶς ἐν τῇ βασιλείᾳ σου, καὶ κληρονομῆσαι αὐτὴν μετὰ τῶν ποθούντων καὶ ἀγαπώντων σε. Ἀγαπητοί μου, ἐὰν ἀμελήσωμεν ἐνταῦθα, οὐκ ἔχομεν ἀπολογίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ. Πρόφασιν γὰρ οὐχ εὑρήσομεν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Τοῦ γὰρ Κυρίου καὶ Σωτῆρος ἡμῶν καταβάντος πρὸς ἡμᾶς, πᾶσα πρόφασις ἡμῶν ἀνῄρηται. Ἐχαρίσατο γὰρ ἡμῖν ζωὴν τὴν αἰώνιον. Ἐχθροὶ ἦμεν, καὶ κατηλλάγη ἡμῖν ὁ Κύριος ἡμῶν· γήϊνοι ἦμεν, καὶ γεγόναμεν ἐπουράνιοι· θνητοί, καὶ ἀθάνατοι γεγόναμεν· υἱοὶ σκότους, καὶ υἱοὶ φωτὸς γεγόναμεν· αἰχμάλωτοι, καὶ εὑρέθημεν δοῦλοι ἁμαρτίας, καὶ ἠλευθερώθημεν· ἀπολλύμενοι καὶ ἐσκορπισμένοι, καὶ συνήχθημεν· ἀσθενεῖς, καὶ ἰάθημεν· οὐκ ἠλεημένοι, καὶ ἠλεήθημεν· ἁμαρτωλοί, καὶ ἐσώθημεν· γῆ καὶ σποδός, καὶ υἱοὶ Θεοῦ γεγόναμεν· γυμνοί, καὶ ἐσκεπάσθημεν· γεγόναμεν καὶ κληρονόμοι τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἰδοὺ ταῦτα πάντα ἐχαρίσατο ἡμῖν ὁ Κύριος ἡμῶν κατελθὼν ἐπὶ τῆς γῆς σαρκωθεὶς δι' ἡμᾶς. Πρὸς ταῦτα πάντα τί ἀνταποδώσομεν αὐτῷ ἡμεῖς, ἀγαπητοί; Τὸν ἐμπτυσθέντα δι' ἡμᾶς, τὸν μαστιγωθέντα, τὸν σταυρωθέντα, τὸν κολαφισθέντα, τὸν ἐμπαιχθέντα ὑπὸ τῶν μιαρῶν ἐκείνων καὶ ἀνόμων καὶ ἁμαρτωλῶν καὶ παναθλίων; Τί οὖν δυνάμεθα ἀνταποδοῦναι ἡμεῖς οἱ ταλαίπωροι καὶ ἁμαρτωλοὶ τῷ Κυρίῳ ἡμῶν πρὸς ταῦτα  πάντα; Οὐαὶ ἡμῖν ἐὰν ἀμελήσωμεν, ὅτι ἀπολογίαν οὐκ ἔχομεν ἐνώπιον αὐτοῦ. Δεῦτε οὖν, ἀγαπητοί μου, ἀπορρίψωμεν ἀφ' ἡμῶν πᾶσαν φροντίδα καὶ μέριμναν τοῦ ματαίου αἰῶνος τούτου καὶ παρερχομένου, καὶ μετὰ σπουδῆς μεγάλης καὶ προθυμίας δουλεύσωμεν αὐτῷ μόνῳ, ὅτι αὐτὸς Κύριος ἡμῶν ἐστι καὶ Δεσπότης. Ἰδοὺ γὰρ ἡ ἡμέρα αὐτοῦ ἤγγικεν ἀληθῶς, καὶ ἡ παρουσία αὐτοῦ ἔφθασεν ἐφ' ἡμᾶς ἀκριβῶς. Δεῦτε οὖν, φίλοι μου, ἑαυτοὺς ἑτοιμάσωμεν καὶ γρηγορήσωμεν, ἐκδεχόμενοι τὸν Κύριον ἡμῶν τὸν ἀθάνατον Νυμφίον. Ἰδοὺ ἀνέτειλεν, ἰδοὺ ἦλθεν· ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· υἱοὶ φωτός, φθάσατε εἰς τὸ φῶς· ἐξέλθετε μετὰ χαρᾶς· ἀπαντήσατε εἰς τὸ φῶς τοῦ Κυρίου ἡμῶν· δείξατε αὐτῷ τὰς ἀρετὰς ὑμῶν· προσενέγκατε αὐτῷ τὴν ἄσκησιν ὑμῶν, τὰ δάκρυα ὑμῶν καὶ πάσας τὰς θλίψεις, ἃς ὑπεμείνατε διὰ τὸν πόθον καὶ τὴν ἀγάπην αὐτοῦ. Μὴ οὖν ῥᾳθυμήσητε, μηδὲ ὀκνήσητε· ἀλλὰ ὑπομείνατε μικρόν, καὶ μηδεὶς ὑμῶν εἰς τὰ ὀπίσω βλεπέτω· εἰς τὸ κάλλος ἐκεῖνο τὸ ἐπουράνιον ἄνω ἐχέτω τὸ ὄμμα, εἰς τὴν χαρὰν ἐκείνην τοῦ ἀθανάτου Νυμφίου, ἵνα καὶ ἡ ψυχὴ ἡμῶν κορέννυται ἀπὸ τῆς δόξης τῆς θεωρίας αὐτοῦ καὶ τῆς λαμπρότητος καὶ εὐμορφίας αὐτοῦ.  Ὁ τοίνυν ἐγκρατὴς μὴ ὀλιγοψυχήσῃ, ὅτι ἡ τράπεζα τῆς βασιλείας ἐκδέχεται αὐτόν, καὶ ὁ διψῶν καρτερήσῃ· ἰδοὺ γὰρ ἡ τρυφὴ τοῦ παραδείσου ἡτοίμασται αὐτῷ. Ὁ ἀγρυπνῶν καὶ ψάλλων καὶ εὐχόμενος καὶ κλαίων ἐνδυναμωθήτω, ὅτι ἡ χάρις τοῦ νυμφῶνος τοῦ Κυρίου αὐτοῦ παρακαλέσει αὐτόν. Ταῦτα οὖν πάντα εἰδότες, μηδὲν ἐπὶ τῆς γῆς κτησώμεθα, ἀδελφοί μου ἀγαπητοί· ἕκαστος γὰρ ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔχει δεῖξαι, ποίαν ἀρετὴν ἐκτήσατο ἐντεῦθεν, ἢ ποίους πόνους, ἢ ποίαν ἄσκησιν, ἢ ποίαν ἀγρυπνίαν. Ἆρα, ἀδελφοί μου, ὅταν δεικνύωσιν οἱ μάρτυρες τὰ τραύματα τῶν αἰκισμῶν καὶ τῶν βασάνων, καὶ οἱ ἀσκηταὶ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν, καὶ τὴν ὑπομονὴν αὐτῶν καὶ τὰς θλίψεις, καὶ τὴν ἀκτημοσύνην αὐτῶν καὶ τὰ δάκρυα, ἆρα οἱ ῥᾴθυμοι καὶ ὀκνηροί, καὶ οἱ ἀνωφελῶς ἀπολέσαντες τὴν ζωὴν αὐτῶν, ἐν τίνι καυχήσονται; Ἀληθῶς οὐαὶ αὐτοῖς ὅτι ἐρρᾳθύμησαν· οὐαὶ αὐτοῖς ὅτι κατεφρόνησαν. Δεῦτε, φίλοι μου, δεῦτε, σπουδάσωμεν· δεῦτε, προσπέσωμεν αὐτῷ· πενθήσωμεν καὶ κλαύσωμεν ἐνώπιον αὐτοῦ ἡμέρας καὶ νυκτὸς ἀναιδῶς ἐν τῇ προσευχῇ ἡμῶν καὶ ἐν τῇ ψαλμῳδίᾳ ἡμῶν, ἵνα δωρήσηται ἡμῖν φωτισμὸν ψυχῆς συνιέναι τὰς μεθοδείας τοῦ Ἐχθροῦ ἡμῶν καὶ ἀντικειμένου μισοκάλου· ὅτι βάλλει ἔμπροσθεν  ἡμῶν ὀλισθήματα καὶ σκάνδαλα καὶ βλάβην καὶ πολυκτημοσύνην καὶ μετεωρισμὸν τοῦ αἰῶνος τούτου καὶ ἡδονὴν σαρκικὴν καὶ πολυχρόνιον τὴν παροῦσαν ζωήν, δειλίαν εἰς τὴν ἄσκησιν καὶ ὀκνηρίαν εἰς τὰς εὐχάς, καὶ εἰς τὴν ψαλμῳδίαν ὕπνον καὶ ἀνάπαυσιν σαρκικήν. Ὅσον δὲ ἐκεῖνος σπουδάζει, τοσοῦτον ἡμεῖς ῥᾳθυμοῦμεν· καὶ ὅσον ἐκεῖνος ἐνεδρεύει, τοσοῦτον ἡμεῖς καταφρονοῦμεν, ἐπιστάμενοι ὅτι αἱ ἡμέραι ἡμῶν ἐκολοβώθησαν, καὶ καιρὸς ἔφθασε, καὶ Κύριος τῆς δόξης ἔρχεται μετὰ εὐπρεπείας τῆς ὡραιότητος αὐτοῦ, καὶ μετὰ δυνάμεως φοβερᾶς τῆς βασιλείας αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰς πράξεις αὐτοῦ. Φοβοῦμαι, ἀγαπητοί, μήποτε ἐφ' ἡμᾶς πληρωθῇ λόγος τοῦ Κυρίου λέγων· ὅτι ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὑμεῖς δὲ ἐκβληθήσεσθε ἔξω εἰς τὸ σκότος τὸ ἐξώτερον. Παρακαλῶ οὖν σε τὸ φῶς τῆς ἀληθείας, Χριστέ, γέννημα τοῦ εὐλογημένου Πατρός, χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καθήμενος ἐν δεξιᾷ τῆς μεγαλωσύνης αὐτοῦ, ἀκατάληπτε Υἱὲ τοῦ Θεοῦ, ἀνεξερεύνητε Χριστέ, καύχημα καὶ χαρὰ τοῖς  ποθοῦσι καὶ ἀγαπῶσί σε, ἀγαλλίαμα καὶ εὐφροσύνη τοῖς προσδοκῶσί σε, ζωή μου Χριστέ, σῶσόν με τὸν ἁμαρτωλὸν ἐν τῇ βασιλείᾳ σου, τὸ φῶς μου Κύριε. κοπιῶν ἐργάτης προσδοκᾷ τοὺς μισθοὺς κομίσασθαι· οἴμοι ὅτι κοπιᾷ γλῶσσά μου εἰς τὴν ὑμνολογίαν, Σῶτερ, ἀλλ' ὡς ἐποίησα μὴ ἀνταποδώσῃς μοι, μηδὲ κατὰ τὰ ἔργα μου μηνίσῃς μοι· ἀλλὰ σῶσόν με διὰ τὴν χάριν σου· καὶ οἰκτίρησόν με διὰ τὴν εὐσπλαγχνίαν σου· ὅτι σὺ εὐλογημένος εἶ μετὰ τοῦ εὐλογημένου σου Πατρὸς καὶ τοῦ Πνεύματός σου τοῦ ἁγίου καὶ ζωοποιοῦ καὶ παρακλήτου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

http://users.sch.gr/aiasgr/Paterika_keimena/Agios_Efraim_o_Suros/Agios_Efraim_O_Suros_Apanta_Tomoi_1-7.htm

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου