Δέσποινα, ὑπεραγία Θεοτόκε -- Ἀγίου Ἐφραίμ τοῦ Σύρου



Δέσποινα, ὑπεραγία μου Θεοτόκε, κεχαριτωμένη Θεογεννήτρια, ὑπερευλογημένη Θεοχαρίτωτε Θεομῆτορ, δοχεῖον τῆς ἀστέκτου Θεότητος τοῦ μονογενοῦς Υἱοῦ τοῦ ἀθανάτου καὶ ἀοράτου Πατρός, θρόνε πυρίμορφε, τῶν τετραμόρφων ὑπερενδοξοτέρα, πάναγνε, πανάχραντε, πανάσπιλε, παναμόλυντε, παναμώμητε, πανύμνητε, πανάφθορε, παμμακάριστε, πανακήρατε, πάνσεπτε, πάντιμε, παντευλόγητε, παντομνημόνευτε, παμπόθητε, παρθένε τῇ ψυχῇ καὶ τῷ σώματι καὶ τῷ νοΐ, καθέδρα Βασιλέως τοῦ ἐπὶ τῶν Χερουβείμ, κλίμαξ ἐπουράνιε, δι’ ἧς οἱ ἐπὶ γῆς εἰς οὐρανοὺς ἀνατρέχομεν, νύμφη Θεοῦ, δι’ ἧς αὐτῷ κατηλλάγημεν·


Ἀκατανόητον θαῦμα, ἀνερμήνευτον ἄκουσμα, μυστηρίου θείου ἀποκεκρυμμένου φανέρωσις, ἀκαταμάχητος προστασία, ἀντίληψις κραταιά, ζωοδόχε πηγή, πέλαγος ἀνεξάντλητον τῶν θείων καὶ ἀπορρήτων χαρισμάτων καὶ δωρεῶν, ὕψος τῶν ἐπουρανίων καὶ ἀσωμάτων Δυνάμεων καὶ τῶν Σεραφεὶμ ὑψηλοτέρα, βάθος τῶν ἀποκρύφων νοημάτων τὸ ἀνεξερεύνητον, ἡ κοινὴ φιλοτιμία τῆς φύσεως, ἁπάντων τῶν καλῶν χορηγία, ἡ μετὰ τὴν Τριάδα πάντων τῶν ποιημάτων Δέσποινα, ἡ μετὰ τὸν Παράκλητον ἄλλος Παράκλητος, καὶ μετὰ τὸν μεσίτην Χριστὸν μεσίτρια τοῦ κόσμου παντός, τὸ ὄχημα ἡλίου τοῦ νοητοῦ, τὸ δοχεῖον τοῦ φωτὸς τοῦ ἀληθινοῦ τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἡ φέρουσα ἐν ἀγκάλαις τὸν τῷ ῥήματι τὰ πάντα φέροντα·

Τὸ ἄσπιλον ἔνδυμα τοῦ ἀναβαλλομένου φῶς ὡς ἱμάτιον, γέφυρα κόσμου παντὸς πρὸς τὸν ὑπερκόσμιον οὐρανὸν ἡμᾶς ἀνάγουσα,
ὑπερτέρα τῶν Χερουβείμ, ἀσυγκρίτως ὑπερενδοξοτέρα τῶν Σεραφείμ, καὶ τιμιωτέρα πάσης τῆς κτίσεως· Ἀγγέλων ἀγλάϊσμα, ἀνθρώπων διάσωσμα, κλεὶς εἰς τὸν οὐρανὸν ἡμᾶς εἰσάγουσα, μήτηρ καὶ δούλη τοῦ ἀδύτου ἡλίου, αὐγὴ τῆς ἀληθινῆς καὶ μυστικῆς ἡμέρας, τῆς ἀνεξιχνιάστου τοῦ Θεοῦ φιλανθρωπίας ἄβυσσος, τιμιωτέρα τῆς Ἐδέμ, τῆς ἐπαγγελίας γῆ ἁγία, τῆς χάριτος ἅρμα τὸ θεῖον καὶ πολυώνυμον, τῆς ἀληθινῆς πίστεως στερρότατον ἔρεισμα, χωρίον τοῦ ἀχωρήτου τὸ εὐρυχωρότατον, ἄμπελος ἀληθινὴ τὸν καρπὸν τῆς ζωῆς βλαστήσασα, ἐλαία κατάκαρπος τὰς ψυχὰς τῶν πιστῶν ἱλαρύνουσα, σκέπη τοῦ κόσμου παγκόσμιος, θύρα τοῦ ὑπὲρ νοῦν σεπτοῦ μυστηρίου, ἀκτὶς τοῦ νοητοῦ ἡλίου Χριστοῦ, τριαδικῶν χαρίτων πλήρωμα, ὡς τὰ δευτερεῖα τῆς Θεότητος φέρουσα, ἀστραπὴ τὰς ψυχὰς τῶν πιστῶν καταλάμπουσα, τῶν ἁμαρτωλῶν καταλλαγή, τῶν ἑστώτων ἀσφάλεια, τῶν πιπτόντων ἀνάκλησις, τῶν ῥᾳθυμούντων διέγερσις, τῶν εὐεκτούντων ἰσχύς, τῶν Ἐκκλησιῶν ὁμόνοια, τῶν στρατοπέδων εὐτυχία, τῶν καλῶν ἁπάντων χορηγία, εὐνομία τῶν πόλεων, τῆς οἰκουμένης εἰρήνη, καρτερία τῶν ἀσκητῶν, ἀνδρεία τῶν ἀθλητῶν·
Θησαυρὲ ζωῆς ἀκηράτου, νεφέλη φέρουσα τὴν οὐράνιον δρόσον τοῖς ἐπὶ γῆς, λαμπὰς τοῦ ἀπροσίτου φωτός, κλίμαξ μετάρσιος, διἧς οἱ ἐπουράνιοι Ἄγγελοι πρὸς ἡμᾶς κατεφοίτησαν, τῶν χειμαζομένων λιμήν, τῶν θλιβομένων χαρά, τῶν ἀδικουμένων προστάτις, τῶν πενθούντων παράκλησις, τῶν ἀβοηθήτων βοήθεια, τῶν ἀσθενούντων ῥῶσις, τῶν καταπονουμένων ἀντίληψις, τῶν τυφλῶν βακτηρία, τῶν πεπλανημένων σωτήριος ὁδηγός, τῶν ἐν ἀνάγκαις ἐπίκουρος ἀσφαλής.

Κιβωτὲ ἁγία, δι’ ἧς τοῦ τῆς ἁμαρτίας κατακλυσμοῦ διεσώθημεν· βάτε ἀκατάφλεκτε, ἣν εἶδε Μωυσῆς ὁ θεόπτης· θυμιατήριον χρυσοῦν, ἐν ᾧ ὁ Λόγος τὴν σάρκα ἀνάψας, τὴν οἰκουμένην εὐωδίας ἐπλήρωσε, καὶ τὰ τῆς παρακοῆς κατεκαύθη ἐγκλήματα· θεόγραφε πλάξ· λυχνία ἑπτάφωτε, ἧς τὸ φέγγος τὰς ἡλιακὰς λαμπηδόνας ὑπερηκόντισε· σκηνὴ ἁγία, ἣν ὁ πνευματικὸς Βεσελεήλ, ὁ Χριστός, ἐτεκτήνατο διὰ τῶν ἀρετῶν πανσόφως, καὶ οἰκητήριον αὐτοῦ ἀπειργάσατο· τὸ βασιλικὸν ὄχημα, στάμνε μανναδόχε, κῆπε κεκλεισμένε· πηγὴ ἐσφραγισμένη, ἧς τὰ καθαρὰ νάματα τὴν οἰκουμένην ἀρδεύουσι· ῥάβδος ἁγιόβλαστε τοῦ Ἀαρών· πόκε δροσοφόρε τοῦ Γεδεών· τόμος ὁ θεόγραφος, δι’ οὗ τὸ τοῦ Ἀδὰμ ἐσχίσθη χειρόγραφον· ὄρος τοῦ Θεοῦ· ὄρος τὸ ἅγιον, ὃ ὁ Κύριος εὐδόκησε κατοικεῖν ἐν αὐτῷ· ῥίζα ἁγία τοῦ Ἰεσσαί· πόλις τοῦ Θεοῦ, περὶ ἧς δεδοξασμένα λελάληνται, ὡς φάσκει Δαυΐδ.

Τῆς λύπης λύσις, τῆς αἰχμαλωσίας λύτρωσις, τῶν θνητῶν θέωσις, ὡραία τῇ φύσει καὶ μώμου παντὸς ἀνεπίδεκτος· ἀπὸ λιβάνου τῆς παρθενίας ἀνοῦσα καὶ τὸν κόσμον μυρίζουσα· ἐξ ἧς γλυκασμὸς ἀπορρέων τὴν παλαιὰν τοῦ ξύλου πικρίαν ἐγλύκανεν· τὴν οὐσίαν ὅλην φρικτῶς χωρήσασα τῆς Θεότητος· τιμῆς ἁπάσης ὑπέρτερον δώρημα, καὶ κάλλους παντὸς ὑπέρτιμον ἐγκαλλώπισμα· Σολομῶντος κλίνη, παρίστανται κύκλῳ οἱ ἑξήκοντα δυνατοί, αἱ ῥήσεις δηλαδὴ τῆς θεοπνεύστου Γραφῆς· φωτοδόχον χωρίον, ἐξ οὗ σωτηρίας ἀκτῖνες τῇ οἰκουμένῃ ἐπέλαμψαν· τὸ μεγαλεῖον τῆς φρικτῆς οἰκονομίας· τὸ περικαλλὲς τῆς θείας συγκαταβάσεως ἐνδιαίτημα· τὸ τοῦ κόσμου διαλλακτήριον· τὸ ἡμέτερον ἱλαστήριον καὶ προσφύγιον· τὸ πάντων τῶν καλῶν εὐκταιότατον δώρημα.

Φλογοφόρε λαβίς, ἣν μέγας ἐν Προφήταις Ἠσαΐας ἑώρακεν· ὄρος ἀρεταῖς κατάσκιον, προεῖδεν Ἀββακούμ· ὄρος ἀλατόμητον τοῦ Δανιήλ· πύλη κατὰ ἀνατολὰς βλέπουσα τοῦ Ἰεζεκιήλ· παράδεισε ἐν Ἐδὲμ ἁγιώτατε· ξύλον τὸ ζωηφόρον τὸν ὡραιότατον καὶ ἡδύτατον καρπὸν φέρον· μῆλον εὔοσμον, ῥόδον ἡδύπνοον, ἄνθος ἀμάραντον, κρίνον λευκότατον, ἐσφραγισμένον βιβλίον, οὐδεὶς ἀναγνῶναι δύναται· παρθενίας τύπος ἄγραφος, ὅρασις τῶν Προφητῶν τιμία, θεοποίκιλτος στολή, θεοΰφαντος πορφύρα· τὸ πάσης προφητείας ἐκφανέστατον πλήρωμα, στόμα ἀσίγητον τῶν Ἀποστόλων, θάρσος ἀνίκητον τῶν ἀθλοφόρων, βασιλέων στήριγμα, ἱερέων καύχημα, πταιόντων συγχώρησις, Κριτοῦ δικαίου δυσώπησις, ἀνάστασις τῶν πεπτωκότων, ἀνάπλασις τῆς ἐμῆς ψυχῆς καὶ τοῦ σώματος κοσμοπόθητε.

Σωτηρία μου, παρηγορία μου, ἐμὴ ζωή, ἐμὸν φῶς, ἐμὴ ἐλπίς, ἀναψυχή μου, θυμηδία μου, καταφυγή μου, σκέπη, ῥῶσις τῆς ἐμῆς ψυχῆς, εὐφροσύνη, ἡδύτης, τεῖχος, προσφύγιον, ὀχύρωμα, ὅπλον, ἀντίληψις, δόξα, πνοή μου, προστάτις, μεσῖτις, γαλήνη, ἐπίσκεψις, καύχημα, εἰρήνη, ἰσχύς, βάδισμα, ὕμνησις, τροφή, στολή, χαρά, εὐλογία, ἄγκυρα, εὐπορία, δρόσος, σεμνοπρέπεια, ἁγιωσύνη, μεγαλωσύνη, λύτρωσις· τῶν λυπηρῶν μου παράκλησις, βοηθὸς τῆς ἐμῆς ἀπορίας, φωτισμὸς καὶ ἁγιασμὸς τῆς ψυχῆς μου, τῶν ἁμαρτιῶν μου ἀπολύτρωσις, τὸ ἐμὸν ἐκ Θεοῦ ψυχαγώγημα, τῆς ξηρανθείσης μου καρδίας θεόρρυτος ῥανίς, τῆς ζοφερᾶς μου ψυχῆς τηλαυγεστάτη λαμπάς, τῆς γυμνότητός μου ἀμφίασις, τῶν στεναγμῶν μου κατάπαυσις, τῶν συμφορῶν μου μεταποίησις· ἐγκράτεια, ἁγνεία, ἀνδρεία, σωφροσύνη, τῶν ἀρετῶν κόσμος, ἐλευθερία μου, λιμήν, θησαυρός, ἐμπόρευμα τὸ ὄντως αἰώνιον, ἐπίκυρος μετάνοια, ὕψωμα, εὐεξία, κάλλος, ἰσχύς, εὐβουλία, σύνεσις, ἀγαλλίαμα, λαμπρότης μου.

Κυρία μου, καὶ πρὸς τὸν Θεόν μου ἀκοίμητος προστασία καὶ ἀκαταίσχυντος. Ἴδε τὴν πίστιν μου, καὶ τὸν πόθον τὸν ἔνθεόν μου, καὶ ὡς ἔχουσα τὸ συμπαθὲς καὶ τὸ δύνασθαι, οἷα δὴ Θεοῦ Μήτηρ, τοῦ μόνου ἀγαθοῦ καὶ ἐλεήμονος, δέξαι τὴν παναθλίαν μου ψυχὴν καὶ ἀξίωσον αὐτήν, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, τῆς δεξιᾶς μερίδος τοῦ μονογενοῦς σου Υἱοῦ καὶ τῆς καταπαύσεως τῶν ἐκλεκτῶν καὶ ἁγίων αὐτοῦ, ὅτι οὐκ ἔχω πλήν σου βοηθόν, οὐδὲ ἀντίληψιν. Εἰς σὲ ἐλπίζων, μὴ ἀστοχήσω. Εἰς σὲ καυχῶμαι· μὴ διὰ τὰς πολλάς μου ἁμαρτίας καὶ ἀνομίας ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ τοῦ ἀναξίου δούλου σου· ἔχεις γὰρ τὸ θέλειν καὶ δύνασθαι, ὡς τὸν ἕνα τῆς Τριάδος ἀρρήτως γεννήσασα.


 Ἔχεις οἷς πείσεις, οἷς δυσωπήσεις· τὰς χεῖρας, αἷς αὐτὸν ἀρρήτως ἐβάστασας, τοὺς μαστούς, οἷς ἐθήλασας· τῶν σπαργάνων ἀνάμνησον· τῆς ἄλλης ἐκ βρέφους ἀναγωγῆς. Τοῖς σοῖς τὰ ἐκείνου σύμμιξον· τὸν σταυρόν, τὸ αἷμα, τὰ τραύματα, δι’ ὧν σεσώσμεθα, δι’ ὧν δεδοξάσμεθα.

Μὴ δὴ μακρύνῃς ἀπ’ ἐμοῦ τὴν σὴν προστασίαν, ἀλλ’ ἐπικούρει, καὶ σκέπε, καὶ περίσῳζε διὰ παντός· τέρπεται γὰρ ταῖς αἰτήσεσί σου ὁ μονογενής σου Υἱός· ὑπόχρεων ἔχεις αὐτὸν εἰπόντα· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καὶ πολλῷ μᾶλλον αὐτὸς ἐν δούλοις ἐξετάζεσθαι ἑλόμενος, φυλάξει τὴν χάριν, κατὰ τὸ ἴδιον δόγμα, σοὶ τῇ διακονησαμένῃ τούτῳ τὴν ἀπόρρητον γέννησιν. Ὅθεν καὶ χαίρει ταῖς παρακλήσεσί σου, οἰκείαν τὴν σὴν ἡγούμενος δόξαν, καὶ χρεωστικῶς ἐκπληροῖ τὰς αἰτήσεις σου. Μόνον μὴ παρίδῃς με τὸν ἀνάξιον· μηδὲ αἱ τῶν πράξεών μου ἀτοπίαι τὸ σὸν ἀμέτρητον ἀνακόψωσιν ἔλεος.

Θεοτόκε μου, τὸ ὑπερπόθητον ὄνομα· οὐδὲν γὰρ τῆς σῆς βοηθείας ὀχυρώτατον τρόπαιον. Σὺ γὰρ ἀφεῖλες πᾶν δάκρυον ἀπὸ προσώπου τῆς γῆς· σὺ τὴν κτίσιν ἐνέπλησας παντοίας εὐεργεσίας. Τὰ οὐράνια εὔφρανας, τὰ ἐπίγεια ἔσωσας· τὸ πλάσμα κατήλλαξας, ἐξιλάσω τὸν Πλάστην· τοὺς Ἀγγέλους ὑπέκλινας, τοὺς ἀνθρώπους ἀνύψωσας· τὰ ἄνω τοῖς κάτω δι’ ἑαυτῆς ἐμεσίτευσας· μετεσκεύασας ἄριστα τὸ πᾶν πρὸς τὸ βέλτιον. Διὰ σοῦ τῆς ἀναστάσεως ἡμῶν ἀψευδῆ τὰ σύμβολα κατέχομεν· διὰ σοῦ τῆς ἐπουρανίου βασιλείας ἐπιτυχεῖν ἐλπίζομεν.

Σὲ τῆς ἡμῶν σωτηρίας ἐπίκουρον κεκτήμεθα, σὲ τῆς ἡμῶν βοηθείας ὑπέρμαχον ἔχομεν, σὲ τῆς ἡμῶν ἀπολογίας προβαλλόμεθα στόμα, σὲ τῆς ἡμῶν ἐλπίδος περιφέρομεν καύχημα, σὲ Χριστιανῶν ἡ πληθὺς ὀχυρώτατον τεῖχος κέκτηται. Σὺ τὰ τοῦ παραδείσου κλεῖθρα διήνοιξας, σὺ τὸ βαίνειν πρὸς οὐρανοὺς παρεσκεύασας, σὺ τῷ Υἱῷ σου καὶ Θεῷ ἡμᾶς προσῳκείωσας. Διὰ Σοῦ πᾶσα δόξα, τιμὴ καὶ ἁγιωσύνη, ἀπ’ αὐτοῦ τοῦ πρώτου Ἀδὰμ καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος, Ἀποστόλοις, Προφήταις, Μάρτυσι, δικαίοις καὶ ταπεινοῖς τῇ καρδίᾳ, μόνη Πανάχραντε, καὶ ἐγένετο καὶ γίνεται καὶ γενήσεται· καὶ ἐπὶ Σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· κἀγὼ ἐπὶ Σοὶ θαρρῶ, διὰ Σοῦ τῆς κυρίως τεκούσης κατὰ σάρκα Θεὸν ἀληθινόν, Ω πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀγίου Ἐφραίμ τοῦ Σύρου

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου