Ἀγγέλων ἀγλάϊσμα, ἀνθρώπων διάσωσμα, κλεὶς εἰς τὸν οὐρανὸν ἡμᾶς ἡ εἰσάγουσα,


Τὸ ἄσπιλον ἔνδυμα τοῦ ἀναβαλλομένου φῶς ὡς ἱμάτιον, ἡ γέφυρα κόσμου παντὸς πρὸς τὸν ὑπερκόσμιον οὐρανὸν ἡμᾶς ἀνάγουσα,
ὑπερτέρα τῶν Χερουβείμ, ἀσυγκρίτως ὑπερενδοξοτέρα τῶν Σεραφείμ, καὶ τιμιωτέρα πάσης τῆς κτίσεως· Ἀγγέλων ἀγλάϊσμα, ἀνθρώπων διάσωσμα, κλεὶς εἰς τὸν οὐρανὸν ἡμᾶς ἡ εἰσάγουσα, μήτηρ καὶ δούλη τοῦ ἀδύτου ἡλίου, αὐγὴ τῆς ἀληθινῆς καὶ μυστικῆς ἡμέρας, τῆς ἀνεξιχνιάστου τοῦ Θεοῦ φιλανθρωπίας ἡ ἄβυσσος, ἡ τιμιωτέρα τῆς Ἐδέμ, ἡ τῆς ἐπαγγελίας γῆ ἁγία, τῆς χάριτος ἅρμα τὸ θεῖον καὶ πολυώνυμον, τῆς ἀληθινῆς πίστεως στερρότατον ἔρεισμα, χωρίον τοῦ ἀχωρήτου τὸ εὐρυχωρότατον, ἄμπελος ἡ ἀληθινὴ τὸν καρπὸν τῆς ζωῆς ἡ βλαστήσασα, ἐλαία κατάκαρπος τὰς ψυχὰς τῶν πιστῶν ἱλαρύνουσα, σκέπη τοῦ κόσμου παγκόσμιος, θύρα τοῦ ὑπὲρ νοῦν σεπτοῦ μυστηρίου, ἀκτὶς τοῦ νοητοῦ ἡλίου Χριστοῦ, τριαδικῶν χαρίτων πλήρωμα, ὡς τὰ δευτερεῖα τῆς Θεότητος φέρουσα, ἀστραπὴ τὰς ψυχὰς τῶν πιστῶν καταλάμπουσα, τῶν ἁμαρτωλῶν ἡ καταλλαγή, τῶν ἑστώτων ἡ ἀσφάλεια, τῶν πιπτόντων ἡ ἀνάκλησις, τῶν ῥᾳθυμούντων ἡ διέγερσις, τῶν εὐεκτούντων ἡ ἰσχύς, τῶν Ἐκκλησιῶν ἡ ὁμόνοια, τῶν στρατοπέδων ἡ εὐτυχία, τῶν καλῶν ἁπάντων ἡ χορηγία, ἡ εὐνομία τῶν πόλεων, ἡ τῆς οἰκουμένης εἰρήνη, ἡ καρτερία τῶν ἀσκητῶν, ἡ ἀνδρεία τῶν ἀθλητῶν·

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου