Ὁ Κων/πόλεως Ἄνθιμος καί ἡ περί ἐκεῖνον Ἱ. Σύνοδος ἐξ ἄλλων δώδεκα Ἀρχιερέων:

«Ὁ μισόκαλος καὶ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος φθόνῳ τῆς ἀνθρωπίνης σωτηρίας ὠθούμενος οὐ διαλείπει ἑκάστοτε ποικίλα ἐνσπείρων ζιζάνια εἰς τὸν ἀγρὸν τοῦ Κυρίου, τοῦ συνιᾶσαι τὸν σῖτον. Ἔνθεν τοι καὶ ἀνέκαθεν ἀνεφύησαν αἱρετικὰ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ ζιζάνια, ἅπερ πολλαχῶς ἐλυμήναντο καὶ λυμαίνονται τὴν ἐν Χριστῷ σωτηρίαν τοῦ ἀνθρωπίνου γένους, καὶ ἅπερ ὡς σπέρματα πονηρὰ καὶ μέλη σεσηπότα δικαίως ἀποκόπτονται ἀπὸ τοῦ ὑγιοῦς σώματος τῆς Ὀρθοδόξου Καθολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας. Ἐν ἐσχάτοις δὲ χρόνοις ὁ πονηρὸς διέσπασεν ἀπὸ τῆς Ὀρθοδόξου Ἐκκλησίας τοῦ Χριστοῦ καὶ ἔθνη ὁλόκληρα τῆς Δύσεως, ἐμφυσήσας τοῖς ἐπισκόποις τῆς Ῥώμης φρονήματα ὑπερφιάλου ἀλαζονείας, ποικίλας γεννησάσης καινοτομίας ἀθέσμους καὶ ἀντευαγγελικάς» 


[
ω. Καρμίρη, .., σσ. 933-934, 942]

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου