Τοῦ Ἁγίου Μελετίου τοῦ ὁμολογητοῦ:

 Μὴ πείθεσθε Μονάζουσι μηδὲ τοῖς Πρεσβυτέροις, ἐφ’ οἷς ἀνόμως λέγουσι κακίστως εἰσηγοῦνται, καὶ τὶ φημὶ Μονάζουσι καὶ τὶ τοῖς πρεσβυτέροις; Μηδ’ Ἐπισκόποις εἴκετε τὰ μὴ λυσιτελοῦντα, πράττειν καὶ λέγειν καὶ φρονεῖν δολίως παραινοῦσιν.


Τὶς εὐσεβὴς σιγήσει τὶς ὅλως ἠρεμήσει; καὶ γὰρ τὴν συγκατάθεσιν σιωπὴ σημαίνει καὶ τοῦτο δείκνυσι σαφῶς ὁ Πρόδρομος Κυρίου, καὶ Μακκαβαῖοι σὺν αὐτῷ μικρὰς νομοθεσίας, προκινδυνεύοντες στερρῶς μέχρις αὐτοθανάτου καὶ μήτε τὸ βραχύτατον τοῦ νόμου παριδόντες ἐπαινετὸς ὁ πόλεμος γνωρίζεται πολλάκις καὶ μάχη κρεῖττον δείκνυται ψυχοβλαβοῦς εἰρήνης. Βέλτιον γὰρ ἀνθίστασθαι τοῖς οὐ καλῶς φρονοῦσιν ἡ τούτοις ἐπακολουθεῖν κακῶς ὁμονοοῦντας, χωριζομένους τοῦ Θεοῦ καὶ τούτοις ἑνουμένους.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου