Ἀπάντησις τῆς ἐν Κωνσταντινουπόλει Συνόδου τοῦ 1895 πρὸς τὸν πάπα Λέοντα ΙΓ΄

«Ὁ μισόκαλος καὶ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος φθόνῳ τῆς ἀνθρωπίνης σωτηρίας ὠθούμενος οὐ διαλείπει ἑκάστοτε ποικίλα ἐνσπείρων ζιζάνια εἰς τὸν ἀγρὸν τοῦ Κυρίου, τοῦ συνιᾶσαι τὸν σῖτον. Ἔνθεν τοι καὶ ἀνέκαθεν ἀνεφύησαν αἱρετικὰ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ ζιζάνια, ἅπερ πολλαχῶς ἐλυμήναντο καὶ λυμαίνονται τὴν ἐν Χριστῷ σωτηρίαν τοῦ ἀνθρωπίνου γένους, καὶ ἅπερ ὡς σπέρματα πονηρὰ καὶ μέλη σεσηπότα δικαίως ἀποκόπτονται ἀπὸ τοῦ ὑγιοῦς σώματος τῆς Ὀρθοδόξου Καθολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας. Ἐν ἐσχάτοις δὲ χρόνοις ὁ πονηρὸς διέσπασεν ἀπὸ τῆς Ὀρθοδόξου Ἐκκλησίας τοῦ Χριστοῦ καὶ ἔθνη ὁλόκληρα τῆς Δύσεως, ἐμφυσήσας τοῖς ἐπισκόποις τῆς Ῥώμης φρονήματα ὑπερφιάλου ἀλαζονείας, ποικίλας γεννησάσης καινοτομίας ἀθέσμους καὶ ἀντευαγγελικάς». 

«Πόθος ἱερὸς καὶ ἐνδόμυχος τῆς ἁγίας καθολικῆς καὶ ὀρθοδόξου ἀποστολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ὑπάρχει, ὡς προείρηται, ἡ τῶν ἀπεσχισμένων Ἐκκλησιῶν ἕνωσις μετ’ αὐτῆς ἐν τῷ ἑνὶ κανόνι τῆς πίστεως· ἀλλ’ ἄνευ τοιαύτης ἐν τῇ πίστει ἑνότητος ἀδύνατος ἀποβαίνει ἡ ποθητὴ τῶν Ἐκκλησιῶν ἕνωσις». «Ἀφάτου δὲ λύπης πληροῦται πᾶσα εὐσεβὴς καὶ ὀρθόδοξος καρδία, βλέπουσα τὴν Παπικὴν Ἐκκλησίαν ἐμμένουσαν ὑπεροπτικῶς ἐν αὐταῖς καὶ ἥκιστα συντελοῦσαν εἰς τὸν ἱερὸν τῆς ἑνώσεως σκοπὸν δι᾽ ἀποπτύσεως τῶν αἱρετικῶν τούτων καινοτομιῶν καὶ ἐπανόδου εἰς τὸ ἀρχαῖον καθεστὼς τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἧς μέρος τότε καὶ αὐτὴ ἀπετέλει».

Ὁ Κων/πόλεως Ἄνθιμος καί ἡ περί ἐκεῖνον Ἱ. Σύνοδος ἐξ ἄλλων δώδεκα Ἀρχιερέων.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου