Ἐφραὶμ τοῦ Σύρου:

«Μηδέποτε συμφιλιάσῃς μετὰ αἱρετικῶν. Μὴ συμφάγῃς, μὴ συμπίῃς, μὴ συνοδοιπορήσῃς. Μὴ εἰσέλθῃς εἰς οἶκον αὐτῶν, μηδὲ εἰς ἐκκλησίαν· πάντα γὰρ ὅσα εἰσίν, ἀκάθαρτα εἰσίν, καθὼς λέγει ὁ Παῦλος, ὅτι τοῖς μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν ὁ νοῦς καὶ ἡ συνείδησις. Ἀσφαλίζου οὖν τὴν ψυχήν σου, ἀγαπητέ. Μὴ συμφιλιάζῃς αἱρετικοῖς, ἵνα μὴ συγκοινωνήσῃς τῇ κοινωνίᾳ αὐτῶν· ὅτι γάρ, καθὼς εἶπεν ὁ Κύριος, οὐκ ἔχουσιν ἄφεσιν ἁμαρτιῶν, οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι· δηλονότι οὐδὲ οἱ συμμιαινόμενοι αὐτοῖς· ἕκαστος γὰρ θερίσει ὃ ἔσπειρε».                                                                    

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου