Αγ. Ιωάννου του Χρυσοστόμου: ∆όξα ἐν ὑψίστοις Θεῷ!


....Πάντων οὖν σκιρτώντων, σκιρτῆσαι θέλω κἀγὼ, χορεῦσαι βούλομαι, πανηγυρίσαι θέλω· χορεύω δὲ, οὐ κιθάραν πλήττων, οὐ θυρσὸν κινῶν, οὐκ αὐλοὺς ἔχων, οὐ δᾷδας ἅπτων, ἀλλ’ ἀντὶ μουσικῶν ὀργάνων τὰ τοῦ Χριστοῦ σπάργανα φέρων. Αὐτὰ γάρ μοι ἐλπὶς, αὐτά μοι ζωὴ, αὐτά μοι σωτηρία, αὐτά μοι αὐλὸς, αὐτά μοι κιθάρα. ∆ιὸ καὶ αὐτὰ ἔρχομαι φέρων, ἵνα τῇ αὐτῶν δυνάμει ἰσχὺν λόγων λαβὼν μετ’ ἀγγέλων εἴπω· ∆όξα ἐν ὑψίστοις Θεῷ· μετὰ δὲ ποιμένων, Καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. .....

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου