ΧΡΙΣΤΟΣ ΓΕΝΑΤΑΙ - ΜΥΣΤΗΡΙΟΝ ΞΕΝΟΝ - ΜΕΓΑΛΥΝΟΝ

«Χριστός γεννάται δοξάσατε. Χριστός εξ ουρανών  απαντήσατε. Χριστός επί γης  υψώθητε. Άσατε τω Κυρίω πάσα ή γη, και εν ευφροσύνη, ανυμνήσατε λαοί' ότι δεδόξασται».

«Τπρτν αἰώνων, ἐκ πατρς γεννηθέντι ρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων κ Παρθένου, σαρκωθέντι σπόρως, ΧρισττΘεβοήσωμεν· ὁ ἀνυψώσας τκέρας μν, ἅγιος εΚύριε». 

«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός· Δόξα τῇ δυνάμει σου Κύριε». 

 «Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».

«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον». 


«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».

«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας». 

Μεγάλυνον ψυχή μου, τν τιμιωτέραν, κα νδοξοτέραν τν νω στρατευμάτων.

«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου