Ομολογία Πίστεως Φωτίου πατριάρχου τοῦ μεγάλου

....Ταύτας οὖν τὰς ἁγίας καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους ἀποδέχο­μαι ἀναθεματίζων μὲν οὓς ἀνεθεμάτισαν, κατασπαζόμενος δὲ καὶ μεγαλύ­νων οὓς ἐπευφήμησαν. αὕτη μου ἡ τῆς πίστεως καὶ τῶν εἰς ταύτην ἀνη­κόντων καὶ περὶ αὐτὴν ὑφισταμένων ὁμολογία, καὶ ἐν ταύτῃ ἡ ἐλπίς, οὐκ ἐμοὶ δὲ μόνον, ἀλλὰ καὶ πᾶσιν ὅσοις εὐσεβεῖν μεμελέτηται καὶ τῆς καθα­ρᾶς καὶ ἀκιβδήλου δόξης τῶν χριστιανῶν θεῖος ἔρως προσπέφυκεν ἔχεσθαι.

Δεν υπάρχουν σχόλια: